Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

223. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα] συνέτεμε τὸ ἐγκώμιον πρὸς [*](B=) εἰδότα λέγων. Διομήδης δὲ (263) ἐξέτεινεν, ὅπως μὴ καταφρονήσῃ ὁ Σθένελος.

224. τὼ καὶ νῶι πόλινδε σαώσετον] πιθανῶς ἀλαζονευόμενος ἐπ᾿ [*](B=) αὐτοῖς στέρεται αὐτῶν, καὶ πρὸ πείρας φυγὴν προσδοκᾷ. Διομήδης δὲ τοὐναντίον.

226. σιγαλόεντα δέξαι] “δέξαι” ἀπὸ τοῦ ἡνιόχου. §. “σιγαλόεντα” [*](B=) δὲ τὰ σῖγα ἁλλόμενα.

227. ἐγὼ δʼ ἵππων ἀποβήσομαι] Ζηνόδοτος “ἐπιβήσομαι·” φησὶ [*](A+B=) γοῦν “ἐς ἅρματα ποικίλα βάντες” (239). ἐὰν δὲ γραφῇ “ἀποβή- σομαι,” ἀντὶ τοῦ ἐκστήσομαι τῆς ἐπιμελείας αὐτῶν.

231. ὑφʼ ἡνιόχῳ εἰωθότι] ὡς ἄπειρος προφασίζεται, ἐπεὶ Κεβριό- [*](B=) νου ἀποθανόντος ἄλλον Ἕκτορι δίδωσιν ἡνίοχον, καὶ Διομήδης αὐτοῖς ἀγωνίζεται, καὶ Μενέλαος Αἴθῃ τῇ Ἀγαμέμνονος ἵππῳ. §. μόνως διὰ [*](A+) τοῦ ῑ τὸ “εἰωθότι.”

233. μὴ τὼ μὲν δείσαντε ματήσετον] οὐδὲ περὶ αὐτῶν τι χρη- [*](B=) σιὸν μαντεύεται. Δημοσθένης δέ φησι “δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δʼ ἃ ἂν ὁ θεὸς διδῷ γενναίως” (de Cor. § 97).

241. τοὺς δὲ ἴδε Σθένελος] ὡς ἀπὸ τοῦ δίφρου ὑψηλότερος ὢν [*](AB=) ἐθεᾶτο, ἢ ὡς ἀσχολουμένου Διομήδους περὶ τοὺς πολεμίους.

[*](1. τὸ Ἕ. B: τῷ || 8. ἀγός /////// κοι Δαρδ. || 9. supplevi ex B || 17. νῶιν || 26. Ἕκτωρ || 28. τὸ ῑ τῷ)
172
[*](B=)

242. αἶψα δὲ Τυδείδην] ἐπείγει γὰρ τοὺς λόγους ὁ καιρός.

[*](AB-)

245. ἶν᾿ ἀπέλεθρον ἔχοντας] στιγμὴ εἰς τὸ “ἔχοντας·” λείπει δὲ τῷ ἑξῆς τὸ ἐστίν· οὐ γὰρ δύναται σχῆμα εἶναι, ὡς Νικάνωρ φησίν. [*](AB=) §. τὸ δὲ πλέθρον πήχεις ἔχει ξς΄ δίμοιρον.

[*](A+B=)

249. χαζώμεθʼ ἐφʼ ἵππων] ἀντὶ τοῦ εἰς ἵππους, ὡς ἐπὶ Ἀθηνῶν πλεῖν φαμεν· καὶ “〈πέτονται〉 ἐπʼ Ὠκεανοῖο ῥοάων” (Il. 3. 5).

[*](A+B=)

χαζώμεθ᾿ ἐφʼ ἵππων] οὐκ ἀναχωρεῖν αὐτῷ τῆς μάχης παραινεῖ ἐπὶ τῶν ἵππων, ἀλλ᾿ ἀναβῆναι ἐπὶ τὸ ἅρμα καὶ μὴ πεζὸν πρὸς ἱππέας μάχεσθαι.

[*](A-B=)

252. μή τι φόβονδʼ ἀγόρευε] ὡς γενναῖος καὶ τὴν ἐπὶ τὸ ἅρμα ἀνάβασιν φυγὴν ὁρίζει καὶ τὸ μετακινῆσαί τι τῆς στάσεως ἐν οἵα κατελείφθη. ἠθικὸν δὲ τὸ “ἐπεὶ οὐδέ σε πεισέμεν οἴω” τὸν πάνυ φίλον· ἠθικὸν δὲ καὶ τὸ “ὀίω.”

[*](A=)

253. *ἀλυσκάζοντι] φεύγοντι.

256. τρεῖν μʼ οὐκ ἔα Παλλὰς Ἀθήνη] καὶ ἀνδρείου καὶ εὐσεβοῦς πείθεσθαι θεῷ. §. τὸ δὲ “οὐκ ἔα” ἀκὸ τοῦ ἐάᾳ τρίτον πρόσωπόν ἐστι κατʼ ἀποκοπήν· “οὐκ ἐάᾳ Κρονίδης (Il. 8. 414).

[*](A+B-)

τρεῖν οὐκ ἔα Παλλάς] συστέλλεται τὸ ᾱ καὶ βαρύνεται, ἵνʼ ᾖ παρα- τατικοῦ εἴων εἴας εἴα, καὶ τὸ προστακτικὸν “ἀλλʼ ἔα, ὥς οἱ πρῶτα δόσαν γέρας” (Il. 11. 276). ποιητικῶς οὖν συνέσταλται τὸ ᾱ καὶ ἔστιν παρατατικὸς ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ἐνεστώς ἐστιν, ἔθει Ὁμηρικῷ λυθήσεται· τὰ γὰρ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτε- ρον καὶ τρίτον πρόσωπον πολλάκις διαλύει εἰς δύο ᾱ, ὧν τὸ μὲν πρῶτον συνέσταλται, τὸ δὲ δεύτερον ἐκτέταται καὶ σὺν τῷ ῑ γράφεται· “οὐχ ὁράᾳς οἷος κἀγώ” (Il. 21. 108), “ἰσχανάᾳ δακέειν” (Il. 17. 572). “ἥτ᾿ ἐκπεράᾳ μέγα λαῖτμα” (Od. 9. 323), “οὐκ ἐάᾳ Κρονίδης” (Il. 8. 414). τοῦτο τοίνυν τὸ “ἐάᾳ” ἀποκέκοπται, ἔνθεν καὶ συνέσταλ- ται τὸ ᾱ καὶ βαρύνεται. ὡς τὸ “σὲ γάρ φη Ταργήλιος” παρὰ Ἀνακρέοντι (fr. 40 B.).

[*](B=)

257. τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον] πολὺ τὸ διάφορον αὐτοῦ τε καὶ τῶν Πανδάρου λόγων.

[*](B=)

258. εἰ γοῦν ἕτερός γε φύγῃσι] γενναῖον τὸ λῆμα, εἰ μὴ ἀμφο- τέρων, τοῦ ἑτέρου κρατήσειν πεπεισμένου· ἅμα δὲ καὶ ἀνθρωπίνως οὐ περὶ τῶν δύο ἀποφαίνεται, τὸ δὲ ὅλον τῇ Ἀθηνᾷ ἐπιτρέπει.

[*](2. ἔχοντες bis || 10. ἐνιοία || 11, οἶον τῶν πάνυ φίλων B || 14, 17. ἐᾷ || 20. ἰσοδυναμοῦν || 22. ἄκωπον || 23. συνστέλλεται || 24. ὁρᾶς || 27. φησιν || 31. schol. post 256 legitur || λῆμμα || 33. ἐπὶ τ. Ἀ. τρέπει: corr. W)
173

260. αἴ κεν μοι πολύβουλος Ἀθήνη] ἐξέκοψε διὰ τῆς θεοῦ τὸ ἀλαζονικόν.

261. σὺ δὲ τούσ〈δε〉 μὲν ὠκέας ἵππους] νηφαλίως άπαντα προορᾳ οὐκ ἐκκρουόμενος ὑπὸ τοῦ προσδοκωμένου κινδύνου, εἴγε ὃ μὲν θεᾶς υἱός, ὃ δὲ τοξότης ἄριστος, ὃς ἤδη καὶ ἔβαλεν αὐτόν· πολεμικοῦ δὲ ἀνδρὸς ἀντιποιεῖσθαι τῶν πρὸς τὸν πόλεμον χρησίμων· καὶ ὁ Ἕκτωρ γοῦν τὸν Διομήδους θώρακα σπεύδει λαβεῖν καὶ “ἀσπίδα Νεστορέην” (II. 8. 192).

262. ἐξ ἄντυγος ἡνία τείνας] ἵνα δοκῶσιν ὑπό τινος ἄρχεσθαι.

265. τῆς γάρ τοι γενεῆς] ὁ μὲν Αἰνείας τὸ φορτικὸν ἐκκλίνων ἐπετέμετο τὸν ἔπαινον, ὃ δὲ ἐπιμελέστερον ἐπαινεῖ παραγγέλλων τῷ Σθενέλῳ· πόθεν δὲ οἶδεν; ἐξ αἰχμαλώτων δηλονότι, ὅθεν καὶ Ἰδομενεὺς ἔμαθε τὰ περὶ Ὀθρυονέως (Il. 13. 374)· δύναται δὲ καὶ ὡς Ἀργεῖος εἰδέναι ταῦτα, εἴγε Ἡροκλῆς ἐστράτευσεν ἐπὶ Τροίαν.

266. υἷος ποινήν] προπερισπαστέον τὸ “υἷος·” ἀπὸ γὰρ τοῦ ὕιος ἦν [*](A +) καὶ κατὰ κρᾶσιν υἷος.