Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ἔνθʼ αὖ Τυδείδῃ] τότε, ὅτε καὶ πολλοὶ ἀπώλοντο.

[*](B=)

ἔνθʼ αὖ Τυδείδῃ Διομήδει] καλῶς Διομήδης προτρέπεται ἰδίῳ· ἡ γὰρ κοινὴ πρὸς τὸ πλῆθος προτροπὴ τὸν καθʼ ἔνα ἀμελέστερον ἐργά- ζεται, ἡ δὲ πρὸς ἕνα τινὰ 〈εὐθαρσέστερον καὶ γενναιότερον⟩.

[*](A+)

2. δῶκε μένος καὶ θάρσος] ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον· οὐχ ὡς πρότερον δὲ μὴ ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν· Θαρσὼ δὲ παρά τισιν ἡ Ἀθηνᾶ τιμᾶται· θάρσος δὲ τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς.

[*](B-)

ἵν᾿ ἔκδηλος] ἐπεσκοτεῖτο γὰρ ὑπὸ τῆς Ἀχιλλέως ἀρετῆς· ἢ ὅτι πρώτην ἐγεώργει τὴν Θράκην.

[*](B=)

μετὰ πᾶσιν] ἀντὶ τοῦ ἐν πᾶσιν ὡς “σφῶιν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας” (Il. 4. 341).

[*](B =)

3. ἰδὲ κλέος ἐσθλὸν ἄροιτο] ἀπὸ τοῦ αἴρω μέσος δεύτερος ἀόριστος.

[*](B=)

4. δαῖέ οἱ ἐκ κόρυθος] ἄλλο φῶς ἀντὶ Ἀχιλλέως ἤστραψεν Ἕλλη- [*](A- B=) σιν ὁ ποιητής. §. πῶς ἐν τῷ καταλόγῳ (768) δεύτερον εἰπὼν Ἀχιλλέως Αἴαντα τὴν πρώτην ἀριστείαν οὐ τούτῳ, τῷ δὲ Διομήδει ἀνατίθησιν; ἢ ὅτι ὃ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων κατὰ πᾶσαν μάχην ἦν ἄριστος, ὃ δὲ ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ τῆς Ἀγαμέμνονος προτροπῆς ἐπτέρωται —οἱ γὰρ νεανίσκοι καὶ θυμοειδεῖς ὑπερεθισθέντες εἰς μεγάλην τὴν ἐπίδοσιν ἀναφέρονται —ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ 〈τῶν⟩ νεῶν· ἥττων γὰρ ἡ πεδιὰς καὶ διὰ τὸ δέος Ἀχιλλέως καὶ διὰ τὴν ἐκ τῶν ὅρκων ὑποψίαν.

[*](AB-)

5. ἀστέῤ ὀπωρινῷ] τὸν Ἀρκτοῦρον ἢ τὸν Κύνα.

[*](AB=)

6. λελουμένος Ὠκεανοῖο] λείπει ἡ ἔξ. Ὠκεανὸς δὲ ὁ ὁρίζων παρὰ τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων· ὥσπερ δὲ ἐπὶ σωμάτων τὰ λαμπρότερα λελοῦσθαί φαμεν, 〈οὕτω⟩ καὶ ἐπὶ ἡλίου. “πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοάων” (Il. 18. 240).

[*](2. ὁδηγούμενος: corr. W ‖ σκοπῆ ‖ 4. addidi: ἀρχὴ τῆς ε Ὁμήρου Ἰλιάδος textui inscriptum ‖ 5. ἀπώλλοντο ‖ 8. μονομαχία post τινὰ del. W ‖ supplevi ex B ‖ 10. ἔχοντος A: ἔχοντι ‖ 26. suppl. W ex A B ‖ 26, 27. ἡ πεδιὰς W cf. p. 157, 28: ἐπʼ ἀδείας ‖ 32. ῥοάς)
161

7. τοῖόν οἱ πῦρ δαῖεν] ἀντὶ τοῦ λαμπηδόνα τῶν ὤμων αὐτοῦ [*](A+ B-) ἀπολάμπειν ἐποίει ὡς πυρός, ὡς καὶ ἀλλαχοῦ “ὣς οἳ μὲν μάρναντο δέμας πυρός” (Il. 18. 1) ἀντὶ τοῦ ὡς δέμας· εἰ γὰρ πῦρ, ἐκινδύνευσεν ἂν ὁ ἥρως καταφλεχθῆναι· ἀλλʼ οὖν τοῖς θεοῖς πάντα εὐχτρῆ.

8. ὦρσε δέ μιν κατὰ μέσ〈σ〉ον] ἐκεῖ γὰρ τὸ τῆς μάχης ἤνθει· [*](B-) καὶ ἀλλαχοῦ “δινεύοι κατὰ μέσ〈σ〉ον” (Il. 4. 541).

9. ἦν δέ τις ἐν Τρώεσσι Δάρης] τρεῖς ἀρεταὶ διηγήσεως, σαφή- [*](AB=) νεια, συντομία, πιθανότης, ἅ〈σ〉περ ἐνέθηκεν τὸ ἔθνος, τὸ ὄνομα, τὸν τρόπον, τὴν τύχην, τὴν ἀρχήν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετὴν 〈παραστήσας〉. §. Δάρης δὲ παρὰ τὸ ἐκδέρειν τὰ θύη.

[*](A+ B=)

ἀφνειὸς ἀμύμων] τοῦτο λελυμένον φασίν.