Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

11. παρμέμβλωκε] ἀπὸ τοῦ μελῶ μελήσω μεμέληκα, καὶ κατὰ τρο- πὴν τοῦ η εἰς τὸ ω μεμέλωκα, καὶ κατὰ ἀποβολὴν τοῦ δευτέρου ε καὶ πλεονασμῷ τοῦ β μέμβλωκα· καὶ ἐπειδὴ ἀμετάβολον πρὸ ἀμετα- βόλου οὐχ εὑρίσκεται ἐν συλλήψει, εἰ μὴ τὸ μ 〈πρὸ⟩ τοῦ ν ὡς ἐν τῷ μνῆμα, τούτου χάριν πλεονάζει τὸ β, καὶ γίνεται μέμβλωκα, καὶ ἐν συνθέσει τῆς παρά προθέσεως καὶ συγκοπῇ παραμέμβλωκα, καὶ τὸ γ΄ παρμέμβλωκεν.

καὶ αὐτοῦ κῆρας] τινὲς ἀντὶ τοῦ αὐτόθι, τουτέστιν ἐπὶ τοῦ αὐτοῦ μένουσα τόπου. §. τὸ δὲ “ἀμύνει” ἀντὶ τοῦ ἀναβάλλεται.

12. καὶ (νῦ⌋ν ἐξεσάωσεν] ἐπαναλαμβάνων ἐρεθίζει αὐτὰς πλέον.

13. ἀλλʼ ἦ τοι νίκη μὲν ἀρηιφίλου Μενελάου] λείπει τὸ ἐστί. [*](B=) διέκρινε δὲ τὸ ἀμφίβολον ὁ λόγος τοῦ Διός, ὅπως μὴ δοκῇ τοῖς Ἀχαιοῖς χαρίζεσθαι ὁ ποιητής.

14. ὅπως ἔσται τάδε ἔργα] βραχὺ διασταλτέον εἰς τὸ “ἔργα.” τὸ δὲ [*](A+ B=) “ἦ ῥα” δύο μέρη λόγου· ἄρχεται δὲ τῶν κερτομιῶν.

15. φύλοπιν] ἐπεὶ κατὰ φῦλα μάχονται.

16. ἦ φιλότητα] περισπαστέον τὸ δεύτερον ἦ· ἔστι γὰρ διαπορη- [*](B=) τικον.

17. εἰ δʼ αὔτως τόδε πᾶσι] ἀντὶ τοῦ ὁμοίως. 9. καὶ “ἡδὺ γένοιτο,” οὕτως Ἀριστοφάνης· Ἀρίσταρχος δὲ “πέλοιτο.”

18. * οἰκέοιτο] ἀντὶ τοῦ οἰκείσθω.