Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

19. Ἀργείην Ἑλένην] πᾶσι τοῖς Ἥρας ἐπιθέτοις κοσμεῖ αὐτήν, “Ἀργείην” (8), “λευκώλενον (Il. 3. 121 “πόσις Ἥρης” (II. 10. 5), “Ἑλένης πόσις” (Il. 3. 329).

20. ἐπέμυξαν] μεμυκόσι τοῖς χείλεσιν ἐπεμύχθησαν. ἠθικῶς δὲ [*](B=) [*](9. θηρῶν B: τηρῶν ‖ τὴν μὲν ‖ 26. φύλα ‖ 31. Διὸς: corr. W ‖ 34. ἐπεμίχθησαν ‖ ἠθικὸν)

126
καὶ τὸ γυναικεῖον τῷ σχήματι ἐμφαίνει, ὅπως γνώμης ἔχουσιν. καὶ ἤρκει μὲν τοῦτο· ἡ δὲ ὀργὴ καὶ ἐπὶ λόγους αὐτὴν ἄγει.

[*](A=)

21. πλησίαι — ἥσθην] πλησίον τοῦ Διός· καὶ εἶξε δὲ ἡ Ἀθήνη ἐξ ἀριστερῶν οὖσα τοῦ Διός.

[*](AB=)

23. σκυζομένη] ὀργιζομένη· καὶ οἱ ὀργιλώτατοι Σκύθαι καλοῦνται.

[*](B=)

24. Ἥρη δʼ οὐκ ἔχαδε] εὐθείας ἐστίν· ἔμφασις δὲ τῆς ὑπεκχεο- μένης διὰ τοῦ στόματος ὀργῆς.

[*](B=)

25. αἰνότατε Κρονίδη] σχετλιαζούσης ὁ λόγος. ὅτε δὲ φιλο- φρονεῖται αὐτόν, “Ζεῦ πάτερ, ἦ ῥά τι μοι κεχολώσεαι, ὅττι κεν εἴπω” (Il. 5. 421);

*ποῖον τὸν μῦθον] τὸν ποῖον μῦθον.

[*](B=)

26. ἄλιον θεῖναι πόνον] εὔλογον αἰτίαν τῆς ἀπωλείας φησὶ τὸ ἀκυρῶσαι τὰ πεπονημένα.

[*](A+ B=)

27. ἱδρῶ θʼ ὃν ἵδρωσα] μόνως “ἱδρῶ τε”· ἀεὶ γὰρ δισυλλάβως ὁ ποιητής φησιν.

[*](B=)

καμέτην δέ μοι ἵπποι] ἐξήλλαξε τὴν φράσιν. ἔδει γὰρ εἰπεῖν ‘καὶ τὸν κάματον τῶν ἵππων.’

τὰ ὀνόματα τῶν ἵππων τῆς Ἥρας Γλαῦκος καὶ Πυ〈ρ〉ρίας.

[*](B=)