Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. οἱ δὲ θεοί] πιθανῶς ἐκ τοῦ κάτωθεν θορύβου εἰς οὐρανὸν τὴν [*](B=) σκηνὴν σεμνύνων μετήγαγε, ποικίλλων ἅμα τὴν ποίησιν τόποις τε [*](1. post Ἑλένῃ sec. add. καλουμένῃ ‖ 12. μῖξιν B: παριᾶσι ‖ 17. γελοῖος: corr. ‖ 21. τῶν μετρητῶν ‖ 22. φ. ἐπ. B: ἐπ. φ. ‖ 23. κτείνει ‖ 24. νικήσει ‖ 27. ἡμεῖς δʼ Ἀργείη Ἑλένη ‖ Ἀχαιοῖς, cf. B ‖ 30. addidi: δέλτα Ὁμήρου in- scriptum)

124
καὶ προσώποις καὶ λόγοις. ὑπονοεῖν δὲ δεῖ περὶ τὴν ἁρπαγὴν Ἀλεξάνδρου τοὺς λόγους γεγενῆσθαι τοῖς θεοῖς. ηὔξησε δὲ τὸ ἀγωνι- στικὸν τῆς ὑποθέσεως τῇ τῶν θεῶν προνοίᾳ.

[*](B-)

οἱ δὲ θεοὶ —μετὰ δέ] ὅτι τῷ δέ τὸν δέ ἀνθυπήγαγεν εἰς τὸν δέ, “τὴν δέ, ἐκ δʼ εὐνάς, κατὰ δὲ πρυμνήσια” (Il. 1. 435). ὡς “εἰ μὲν δὴ [*](A+) Ὀδυσεὺς—ταῦτα μὲν—〈πολλὰ μέν〉 (Od. 22. 45). §. . . . Διὸς οἰνοχόος, ἢ ὅτι περὶ Ἰλίου ὁ λόγος, ἵνα μὴ λυπῇ τὸ συμπόσιον· νέων δὲ τὸ ὑπηρετεῖν, ὡς καὶ Μεγαπένθης· ὅθεν καὶ παῖδας τοὺς δούλους φαμέν.

〈πὰρ Ζηνί〉] τὸ πάθος ἀποκοπή, οὐ συναλοιφή· συναλοιφὴ γὰρ γίνεται φωνήεντος ἐπιφερομένου.

[*](B+)

* ἠγορόωντο] ἀγορή, ἀγορῶ, ἠγορῶντο.

[*](B=)

2. χρυσέῳ ἐν δαπέδῳ] ἀπὸ τῶν παῤ ἀνθρώποις τιμίων αὔξει τὰ θεῖα· τέως δὲ νῦν ἀνθρωποπαθεῖς εἰσάγει τοὺς θεοὺς προ〈ρ〉ρυθμίζων ἡμᾶς [*](AB=) πληγὰς αὐτῶν ἀκούειν καὶ πάθη. §. δάπεδον δὲ τὸ ὁμαλὸν χωρίον, γήπεδα δὲ τὰ ἐν ταῖς πόλεσι προκείμενα ταῖς οἰκίαις, οἷον κηπίδιον· οἰκόπεδον δὲ οἰκίας καταρριφείσης ἔδαφος.

[*](B=)

δύο δὲ δηλοῖ, ὅτι τε ἀεὶ τὰ θεῶν ἡβᾷ, καὶ ὅτι παρὰ τὸν καιρὸν τῆς ἥβης οὐκ ἀπρονοητοῦσιν.

[*](B+)

3. νέκταρ ἐῳνοχόει] καταχρηστικῶς, ὡς βωμὸν οἰκοδομεῖν καὶ “ἵπποι βουκολέοντο” (Il. 20. 221). πλεονασμὸς δέ ἐστιν, ὡς τὸ [*](A+) ἑήνδανε. §. τινὲς δὲ γράφουσιν “ἐνῳ〈νο〉χόει.”

[*](B=)

4. δειδέχατο] ἀπὸ τῆς δεξιᾶς· ἐδήλωσε δὲ αὐτὸς ἐκ τοῦ “πλησά- μενος δʼ οἴνοιο δέπας δείδεκτο” (Il. 9. 224). καὶ ὁ φιλόφρων ἀριδείκετος.

[*](B=)

Τρώων πόλιν εἰσορόωντες] ἀπρεπές φασιν, εἰ τέρπει τοὺς θεοὺς πολέμων θέα. ἀλλʼ οὐκ ἀπρεπές· τέρπει γὰρ τὰ γενναῖα ἔργα. ἄλλως τε πόλεμοι καὶ μάχαι ἡμῖν δεινὰ δοκεῖ, τῷ δὲ θεῷ οὐδὲ ταῦτα δεινά· συμπληροῖ γὰρ ἅπαντα τὴν ἁρμονίαν τῶν ὅλων· ἅπερ καὶ Ἡρά- κλειτος λέγει, ὡς τῷ μὲν θεῷ καλὰ πάντα καὶ ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν, ἃ δὲ δίκαια (fr. 61 Byw.).

[*](1. παρὰ ‖ 2. post θεοῖς repetivit pr. ηὔξησεν εἰς οὐρ. τὴν σκηνὴν σεμνύνων καὶ ποικίλλων λόγοις· ὑπονοεῖν δὲ δεῖ παρὰ τὴν ἁρπαγήν ‖ 6, Ὀδυσσεὺς: corr. lacunam indicavi, cf. A. 7. οἰνοχίος ‖ 10. συναλιφή ut fere semper ‖ 15. πληγὰς B: πάντας ‖ 16. κηπίδια B ‖ 17. οἰκόπεδα ‖ κατεριφείσης ‖ 20. μὲν post βωμὸν delevi ‖ 24. ὁ φιλόφρων B: ὀλοόφρων ‖ 27. ἀλλʼ B; ἢ ‖ 29. ὅπλων)
125

5. * ἐρεθιζέμεν Ἥρην] ἤθελε μὲν παράβασιν ποιῆσαι δι᾿ Ἀχιλ- [*](B=) λέα, τὴν δὲ αἰτίαν αὐταῖς περιτιθέναι.

6. παραβλήδην] ἀπατητικῶς διὰ τὸ λέγειν “αὖτις δʼ Ἀργείην [*](B+) Ἑλένην” (19)· ἢ ἀντιπαραβάλλων τὰς ἐπικούρους θεάς.

7. ἀρηγόνες] ἐπὶ θηλυκοῦ μόνου τάσσει αὐτὸ ὁ ποιητής, ἡ ἀρηγών.

[*](AB=)

9. νόσφι καθήμεναι] νόσφι τοῦ Μενελάου· διασταλτέον δὲ εἰς τὸ [*](B=) “καθήμεναι·” λείπει γὰρ ὁ καί.

πάντοθεν τὸ παράδοξον θηρῶν τὰς μὲν Ἀργείαν καὶ πολεμικήν, [*](B=) τὴν δὲ φιλομειδέα φησίν· πόρρωθεν δὲ ἄρχεται τῶν βουλευμάτων.