Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

86. ἣ δʼ ἀνδρὶ ἰκέλη] ἔπεσε μὲν εἰς τὸ πλῆθος τῶν Τρώων ὡς ἀστήρ, ἀνδρὶ δὲ εἰκασθεῖσα Πάνδαρον ζητεῖ.

*κατεδύσεθʼ] ἐπήρχετο.

[*](B+)

87. Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ] “Λαοδόκῳ·” καλῶς ὁ [*](B=) τοῦ φιλοξένου ἀνδρὸς παῖς Λαοδόκος καλεῖται. §. καλῶς δὲ τούτῳ εἴκασται. Ἀντήνορος γὰρ ὢν παῖς καὶ παραβὰς νόμον προξενίας καὶ τοῦτον θέλει παραβῆναι νόμον σπονδῶν· εἰ γὰρ ἕτερος ἦν ὁ συμβου- λεύων, ἔφη ἂν ὁ Πάνδαρος, διὰ τί μὴ σὺ παραβήσῃ τοὺς ὅρκους;

[*](B=)

89. εὗρε Λυκάονος υἱόν] αἰσχροκερδὴς οὗτος ὁ καὶ τοὺς ἵππους [*](B-) οἴκοι καταλιπὼν φειδοῖ τροφῆς. §. Πάνδαρος ἡ πάντων ἀρά· τοῦτον δὲ ζητεῖ ὡς σμικρολόγον καὶ πεισόμενον ὑποσχέσει δώρων. §. φασὶ δὲ Τριόπαν Περραιβῶν τύραννον 〈ἐπὶ⟩ τοσοῦτον ὠμὸν εἶναι, ὡς τὸν ὑωνὸν ἀποκτείναντα αὐτὸν Καρνάβαν τυραννοκτονίας γέρας λαβεῖν παρὰ τῶν πολιτῶν· φυγὰς δὲ ἥκων εἰς Βρένθιν τῆς Τροίας καθαρθείς τε ὑπὸ Τρωὸς λαβὼν ἔδαφος κτίζει Ζέλειαν τὴν μικρὰν Λυκίαν· ὥστε ἀναγκαίως ἐκ τούτου τοῦ αἵματός ἐστιν ὁ συγχέας τοὺς ὅρκους.

[*](B=)

ἀμύμονα] σώματι ἢ τέχνῃ ἢ γένει· οὐ γὰρ ἐπὶ τρόπων.

[*](B=)

90. ἀμφὶ δέ μιν κρατεραί] προοικονομεῖ τὴν ἀπὸ τῶν ὅπλων σκέπην (113). οὐκ ἄτοπον δὲ τοξότην εἶναι τὸν ἡγούμενον, ὁπλίτας δὲ τοὺς ὑπηκόους. Λοκροὶ γοῦν ὁπλίτην ἔχουσιν ἄρχοντα· περὶ ὧν φησι “καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες” (Il. 13. 716)· ὁ δὲ Αἴας “ἐγχείῃ ἐκέκαστο” (Il. 2. 530).

[*](B=)

91. οἵ οἱ ἕποντο] πρὸς τὸ “λαῶν” ἀπέδωκεν, ὡς τὸ “γενεαὶ ἀνθρώπων, οἵ οἱ πρόσθεν 〈ἅμα⟩ τράφεν” (Il. 1. 251).

[*](B=)

93. ῥά νυ μοι] οἰκεία ἡ παραίνεσις ὁμοτίμῳ ἀνδρὶ εὐσχήμονα πρᾶξιν ὑποτιθεμένῳ. ἕτοιμον δὲ πρὸς πειθὼ τὸ μὴ κελεύειν καὶ τὸ ἐκ πατέρων ὀνομάζειν.

[*](2. suppl. ex B ‖ 11. παῖς :— ‖ 19. Περραιβῶν Eust.: Περραιβὸν ‖ suppl. W, ut levit Eust. ‖ υἱὸν legit Eust. ‖ 30. λαόν)
131

〈μοί〉] οἰκειότητα ὑποφαίνει· “πατρόθεν ἐκ γενεῆς” (Il. 10. 68).

Λυκάονος υἱὲ δαίφρον] τελεία ἐνταῦθα καὶ εἰς τὸ “ταχὺν ἰόν.”

94. ἔπι προέμεν] οὕτως Ἀρίσταρχος, Μενεκράτης δὲ ὑφʼ ἓν [*](A+ B=) “ἐπιπροέμεν.”

95. χάριν καὶ κῦδος ἄροιο] “χάριν” ὡς τῆς μάχης παύσας αὐτούς, [*](B=) “κῦδος” δὲ ὡς τὸν βασιλέα τῶν πολεμίων ἀνελών. βεβαιωτικῶς δὲ ἀναγνωστέον· ὅμοιον γάρ ἐστι τῷ “ἦ γάρ κε σφι μάλα μέγα κῦδος ἄροιο” (Il. 9. 303). πιστὸς δὲ ὁ λόγος ἀνδρὶ περικείμενος ἐπί- φανεῖ.

96. Ἀλεξάνδρῳ βασιλῆι] προσαγωγικῶς, εἴγε οὐ τῷ τυχόντι [*](A~ B=) χαριεῖται τοῦτο ποιῶν. ἀγχίνουν δὲ τὸ τοῖς καιροῖς οἰκείους τοὺς ἐπαίνους καὶ τοιούτους ποιεῖν.

97. τοῦ κεν δὴ—παῤ ἀγλαά] τινὲς ἀναστρέφουσι τὴν “παρά,” [*](AB=) κακῶς· οὐδέποτε γὰρ ἀναστρέφεται πρόθεσις γενικῇ συνταττομένη πτώσει.

*“πρῶτα” ὡς καὶ ἄλλων δωσόντων. §. “ἀγλαά” δὲ ἐς παρὰ [*](B=) βασιλέων.

99. σῷ βέλεϊ δμηθέντα] ἐφελκυστικῶς, ὡς πάντως αὐτοῦ τεθνη- [*](B=) ξομένου.

πυρῆς—ἀλεγεινῆς] “ἀλεγεινῆς” τοῖς οἰκείοις τῶν ἀποθνῃσκόντων.

100. ἀλλʼ ἄγ’ ὀίστευσον Μενελάου] πῶς οὐ μᾶλλον Ἀγαμέμνονα [*](B=) τοξεύει μὴ καθωπλισμένον ἤ τινα τῶν ἀρίστων, ἀλλὰ τὸν ἐντεθωρα- κισμένον; δῆλον οὖν ὡς ἀποτριψόμενος τὴν κατηγορίαν τῆς ἐπιορκίας, ἵνα δοκῇ οὐ Πάνδαρος Ἀλέξανδρος δὲ εἶναι ὁ ἐκ λόχου τὸν Μενέλαον τοξεύσας.

ὀίστευσον Μενελάου] ὡς “ἐξέρρηξεν ὁδοῖο” (Il. 23. 421) καὶ “κατεάγη τῆς κεφαλῆς” (Ar. Vesp. 1428).

101. Λυκηγενέι] ἐν Λυκίᾳ γενομένῳ· ἀψευδέστατον γάρ ἐστιν [*](AB-) ἱερὸν Ἀπόλλωνος ἐν Λυκίᾳ. ἢ ὅτι λύκος ἡγήσατο 〈μετὰ〉 τὰς ὠδῖνας Λητοῖ ὥστε καθαρθῆναι εἰς τὸν Ξάνθον· φρονήματος δὲ αὐτὸν πληροῖ πολίτην ὑποτιθέμενος αὐτοῦ τὸν θεόν.

γενεὰ σημειοῖ ζ΄· ἡλικίαν, ὡς τὸ “ὁπλότερος γενεῆφιν (Il. 9. 58)· [*](1. schol. cum praecedenti coniunctum ‖ 3. ὑποτελεία post ἰόν suppl. Friedl. ‖ 4. ἐπιπροέμεν ‖ 8. τῷ B: τὸ ‖ καί σφι ‖ 12. χαρίσεται ‖ 22. π. μὴ μ. ‖ 24. ἀποτριβόμενος ut B ‖ 25. ὡς ante οὐ omisi)

132
εὐγένειαν, “γενεῇ μὲν ὑπέρτερος” (Il. 11. 786)· ἐκγόνους, “ὄφρα μὴ ἄσπερμος γενεή” (Il. 20. 303)· πατρίδα, “γενεὴ δέ τοι ἐστʼ ἐπὶ λίμνῃ (ib. 390)· χρόνον ὡρισμένον, “δύο μὲν γενεαί” (Il. 1. 250)· λγ΄ ἔτη ἀνθρώπου, “ἐννέα γὰρ ζώει γενεάς” (Hes. fr. 222 M.)· τὴν φύσιν, “οἵη περ φύλλων γενεή” (Il. 6. 146). καὶ ὁ ἐνιαυτὸς παρὰ τοῖς νεωτέροις.

[*](B=)

102. ἀρνῶν πρωτογόνων] καὶ πῶς ὁ Χρύσης “ταύρων ἠδʼ αἰγῶν” θυσίαν ὑπισχνεῖται (Il. 1. 41); ἐροῦμεν, ὅτι τὰ ἀπόρ- ρητα τοῦ θεοῦ σαφῶς ἐπιστάμενος τὰ τῷ θεῷ φίλα θύει· θυσίαις γὰρ ταύρων καὶ αἰγῶν Ἀπόλλων ἥδεται. ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα τούτων· Πάνδαρος δὲ ὑπὸ τῆς Ἀθηνᾶς πειθόμενος τοξεῦσαι οὐκ αἶγας ἢ ταύρους ὑπισχνεῖται, ἀλλὰ πρωτογόνους ἄρνας· ἀποτυχεῖν [*](B=) γὰρ αὐτὸν ἡ Ἀθηνᾶ τῆς καιρίας πληγῆς ἐβούλετο. §. “πρωτογόνωνʼ” δὲ νέων —ἀεὶ γὰρ νεάζει τὸ θεῖον—ἢ πρωτευόντων ἐν γονῇ ἢ ἠριτόκων· πρῶτον γὰρ πάσης ὥρας τὸ ἔαρ.

[*](A + B=)

103. ἱερῆς εἰς ἄστυ Ζελείης] τοῦτο πρὸς τὸ ἐπᾶραι Πάνδαρον· ἢ ἐπεὶ χρηστήριόν ἐστι τοῦ θεοῦ ἐκεῖ.

[*](B=)

104. φρένας ἄφρονι] ὅτι θεοὺς ἐκάλει εἰς τὴν κατὰ θεῶν πρᾶξιν. διδάσκει δὲ μηδὲ θεῷ παρὰ 〈τὸ δέον) συμβουλεύοντι πείθεσθαι.

[*](B=)

105. ἐσύλα τόξον] ὅτι ἡσυχῆ μέλλει κλέπτειν τὴν πρᾶξιν ἢ θεῶν πίστιν λύειν ὡς ἱερόσυλος.

ἰξάλουαἰγός]ὁ τρόπος μετατύπωσις, ὡς “πόλιν ἄκρην” (Il.22. 383).

[*](A+ B-)

ἰξάλου αἰγός] ὄνομα ἡλικίας· ἢ τὸν ἐπὶ ἅλας ἱκνούμενον—ψωριῷ γὰρ μετὰ χειμῶνα —ἢ ἀφηγούμενον ἄλλων ἢ τὸν εἰς τὰς ἰξύας ἐρχό- μενον, ὅ ἐστι κήλωνα, ἢ τὸν τομίαν —οἱ γὰρ τέλειοι διωκόμενοι ἐκτρίβονται τοὺς ὄρχεις —ἢ τὸν εἰς πᾶν ὕψος ἱκέσθαι δυνάμενον· ὅθεν καὶ ἡ αἰγίλιψ πέτρα.

[*](A~ B=)

106. ὅν ῥα ποτʼ αὐτὸς—τυχήσας] προκατασκευάζει τὴν εὐστοχίαν τοῦ ἀνδρός.

τυχήσας] παρὰ τὸ τύχη τύχῶ· ἀτριβὴς δὲ ὁ σχηματισμὸς τῆς μετοχῆς· οὐδὲ γὰρ παρὰ τὸ λαβών 〈ἂν〉 εἴποι τις λαβήσας. §. οὐκ οἶδεν Ὅμηρος ὄνομα τῆς τύχης.

107. *πέτρης ἐκβαίνοντα] γραφικῶς πάλιν ἡμῖν ὁ τόπος ἠκρίβωται. [*](1. ὄφρα ἂν ἄ. ‖ 4. ζῶσιν γ. ‖ 5. φῦλον ‖ 8. ὡς ante ὅτι omisi ut B ‖ 15. ἠρικότων ‖ 18. ὅτι B: ὃς ‖ 19. μήτε ‖ supplevi ex B ‖ 24. χειμῶνα Eust.: λοιμὸν ‖ 26. ἐντρίβονται: corr. W)

133
προδοκῇσι] τόποις προβλήματα ἔχουσιν· οἳ δὲ ταῖς ἐνέδραις παρὰ [*](B-) τὸ προσδέχεσθαι.

108. ὃ δʼ ὕπτιος ἔμπεσε] ἐναργῶς ἐδήλωσε τὸν ὑπὸ καιρίας [*](B =) πληγῆς ὑπτιασθέντα.