Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

53. διαπέρσαι] ἀντὶ τοῦ πέρσον.

[*](AB=)

τὰς διαπέρσαι] δείκνυσι τῶν ὀργιζομένων τὸ ἦθος ἀλόγιστον 〈ὄν〉, [*](B=) οἳ πόθῳ τῶν παρὰ χεῖρα τῶν μειζόνων ἀμελοῦσιν. §. διὰ δὲ τοῦ “περὶ κῆρι” ἐμφαίνει 〈περὶ) τῶν Τρώων, ὡς αὐτῇ περὶ κῆρι μισοῦνται.

[*](A=)

54. μεγαίρω] ἀντὶ μέλλοντος τοῦ φθονήσω· ἀνθυπάγει οὖν αὐτῷ τὸ φθονέω.

55. εἴπερ γὰρ φθονέω τε] κωλύω, ὡς “ᾧ δέ κʼ ἐπιφθονέοις” (Od. 11. 149).

εἴ περ γὰρ φθονέω] μειοῖ τὴν χάριν, φησίν, εἰ διὰ τοῦτο δίδωσιν ἑκοῦσα, ὅτι καὶ ἀκούσης ὁ Ζεὺς δύναται λαβεῖν· ῥητέον δέ, ὅτι οὐ μειοῖ τὴν χάριν, ἀλλʼ ἐμφαίνει, ὡς οὐ θέλει μέν τι παθεῖν τὰς πόλεις, οὐκ ἀντιπράξει δὲ διὰ τὸ ἀδύνατον· οἶκτον δὲ ἐμφαίνει τῷ λόγῳ. ὅπως μὴ ἐξ αὐτῆς ἀπαιτῇ τὴν χάριν.

57. οὐκ ἀτέλεστον] ἀντὶ τοῦ μὴ ἀτέλεστον.

[*](B=)

58. καὶ γὰρ ἐγὼ θεός εἰμι] ἔντεχνον τὸ σχῆμα. τὰ γὰρ ἑαυτῆς δίκαια, διʼ ἅπερ ὀφείλει τιμῆς τυγχάνειν, ἐκ τῆς περὶ τὸν ἄνδρα δόξης λαμβάνει, προσαγομένη τὸν θεὸν λεληθότως.

[*](AB=)

59. πρεσβυτάτην] τιμιωτάτην νῦν. πλανηθεὶς δὲ ἐντεῦθεν Ἡσί- οδος νεώτερόν φησι τὸν Δία (Theog. 454).

60. * ἀμφότερον] λείπει ἡ κατά.

[*](A- B=)

61. κέκλημαι] οὐκ ἔστι τελεία εἰς τὸ “κέκλημαι·” φησὶ 〈γάρ〉, διότι σοῦ εἰμι γυνὴ τοῦ πάντων ἀνάσσοντος. ἡδὺ δὲ τὸ τῆς ἐξαλ- λαγῆς· ἔδει γὰρ τοῦ πάντων βασιλέως εἰπεῖν.

[*](B=)

* κέκλημαι] Ἰακῶς εἰμί.

[*](4. φανείη ‖ suppl. ‖ 5. ἐπὶ τῇ ‖ 11. suppl. ‖ 13. supplevi ex B ‖ αὐτὴ π. κ. μισοῦσα ‖ 15. repetitur *φθονέω] κωλύω ‖ 20. τι μέν ‖ 21. τοῦ λόγου: corr. W ‖ 25. δι᾿ ὅπερ ‖ 30. supplevi ex B)
129

*παρέλκεται ἡ “μετά.”

63. σοὶ μὲν ἐγώ] πιθανῶς προτέραν ἔταξε τὴν ἰδίαν χάριν, ὡς [*](B=) προκατάρχουσα καὶ οὐκ ἀμειβομένη.

64. * τὸ “θᾶσσον” συντακτέον τῷ “ἐλθεῖν.”

* ἐπιτεῖλαι] ἐπίτειλον.

66. πειρᾶν δʼ ὥς κεν Τρῶες] οὐκ ἀναγκάζουσιν ἐπιορκεῖν Πάνδαρον, [*](Β=) ἀλλὰ πειρῶνται, εἰς πλείω τε ἁμαρτίαν προκαλοῦνται Τρῶας, ὅπως ἀξίαν τίσωσι δίκην· ἤδη γὰρ παρέβη Ἀλέξανδρος λέγων “κεῖνον δʼ αὖτις ἐγώ” (Il. 3. 440).

“πειρᾶν” ἀντὶ τοῦ πειράτω· Ἀττικοὶ δὲ ἐπὶ συνουσίας τάττουσι [*](A+ B-) τὴν λέξιν.

ὑπερκύδαντας] μεγάλως γαυριάσαντας ἐπὶ τῇ Μενελάου νίκῃ. μέ- [*](B=) γιστον δὲ πρὸς εὐσέβειαν πορθεῖσθαι Τροίαν διὰ τὴν παράβασιν τῶν ὅρκων· καὶ Ὀδυσσείας τὸ συνεκτικὸν ἡ κατὰ Ποσειδῶνος βλασφημία. §. “ὑπερκύδανταςʼ” παρὰ τὸ κῦδος κύδας καὶ ἐν συνθέσει 〈ὑπερκύ- [*](A+ B-) δας〉· ἢ μεταπέπλασται ἀπὸ τῆς ὑπερκυδάν〈αν〉τας 〈μετοχῆς〉.

67. ὑπὲρ ὅρκια δηλήσασθαι] ὑπερβάντες τὰ ὅρκια.

69. αὐτίκ᾿ Ἀθηναίην] οὐ γὰρ ἀγγέλου μόνον, ἀλλὰ τοῦ καὶ πεί- [*](B=) σοντος Πάνδαρον ἔδει καὶ Μενέλαον σώσοντος· διὰ τοῦτο καὶ ἡ πάρος μεμαυῖα (73) πέμπεται.

75. * “ἀστέρα” νῦν φησι τὸν ἀστεροειδῶς ἐξακοντιζόμενον.

[*](B=)

οἷον δʼ ἀστέρα] τούτους διάττοντας καλοῦσιν· δοκοῦσι δὲ ἀπὸ [*](A- B=) συστροφῆς ἀέρος γίνεσθαι· ὅθεν καὶ ἀνέμους δηλοῦσιν· σπινθηρίζουσι δὲ καὶ πρὶν εἰς γῆν πεσεῖν ψυχροτέρῳ ἀέρι λύονται. ἐν ᾧ δὲ ταρατ- τόμενοι σκοποῦσι περὶ τοῦ 〈πολέμου διὰ τὸ τέρας), τέως λανθάνει βαλὼν ὁ τοξότης.

ἀγκυλομήτεω] ὁ καὶ τὰ τοῖς ἄλλοις ἀγκύλα μήσασθαι εἰωθώς.

76. ἠὲ στρατῷ εὐρέι] καλῶς ἡ πολεμικὴ πολεμικῷ σημείῳ [*](B=) εἴκασται.

77. ἀπὸ σπινθῆρες] ἐὰν δηλοῖ τὸ ἄποθεν, βαρύνεται ἡ “ἀπό.”

[*](Α= B+)

79. κὰδ δʼ ἔθορε] τὸ ἐνεργὲς καὶ σφοδρὸν τῆς θεοῦ ἡ πρόθεσις [*](AB=) δηλοῖ. §. τὸ “θάμβος” δὲ οὐδετέρως παῤ Ὁμήρῳ· Σιμωνίδης δὲ [*](AB=) ἀρσενικῶς (fr. 237 B.).

81. *λλον] ἀντὶ τοῦ τινά.

[*](13. προθεῖσθαι ‖ 16. ultima suppl. W ex A ‖ 17. ὑπερόρκια ‖ 18. καὶ τοῦ: transp. W 25. supplevi ex B ‖ 30. ἄπο σπ.)
130
[*](B=)

82. ἦ ῥʼ αὖτις πόλεμος] πόλεμον μὲν ὑφορῶσιν ἐκ τοῦ πυρός, διστάζουσι δὲ 〈διὰ⟩ τὴν σβέσιν.

[*](A+ B=)

καὶ φύλοπις αἰνὴ ἔσσεται] τελείαν εἰς τὸ “ἔσσεται” φησὶ Νικάνωρ, εἰ καὶ ἀπαντᾷ ἡ ὑπόκρισις.

[*](B=)

84. ἀνθρώπων ταμίης] καλῶς τοῦτο τῇ φιλότητι ἐπήγαγεν. ταμιεύει〈ν⟩ γὰρ τὸ ἐναποκλείειν.

[*](B=)