Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

109. κέρα] ἀποκοπὴ τοῦ κέρατα· Ἡρωδιανὸς συναλοιφὴν τοῦ [*](A= B -) κέραα. τὸ δὲ χρέεα χρέα συγκοπή.

τοῦ κέρα ἐκ κεφαλῆς] καὶ ποῦ ἐστι κέρας δύο ἥμισυ πήχεων; ἀλλʼ [*](AB=) οὐκ ἐπὶ ἑκατέρου φησίν, ἀλλʼ ἀμφοτέρων. §. Ἀλέξανδρος δέ φησιν ἐν [*](A=) Δήλῳ κεῖσθαι κέρατα ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτώ, σταθμούμενα δὲ μνῶν εἴκοσι ἥμισυ, τράγου δὲ πηχῶν δύο καὶ σπιθαμῆς καὶ σταθμοῦ ἴσου.

110. καὶ τὰ μὲν ἀσκήσας—πᾶν δʼ εὖ λειήνας] πρὸς τὸ νοητὸν ἀπὸ πληθυντικοῦ ἑνικόν· “αἳ δʼ αὖ πρὸς νότου εἰσὶ—οὐδέ τι τῇ γε” (Od. 13. 111)· “Εὔμαιʼ, ἦ μάλα δὴ 〈τάδε δώματα〉” (Od. 17. 264).

κεραοξόος —τέκτων] “τέκτων” πᾶς τεχνίτης· ὅθεν λιθοτέκτονες καὶ [*](B-) χρυσοτέκτονες. Πίνδαρος δὲ “τέκτονα νωδυνίας” (Pyth. 3. 6) φησίν.

111. ἐπέθηκε κορώνην] κορώνη πᾶν τὸ ἐπικαμπὲς μεταφορικῶς [*](B=) ἀπὸ τοῦ ζῴου. §. “ἐπέθηκε” δέ, ἐπάνω ἔθηκεν.

[*](B=)

112. * καὶ τὸ μὲν εὖ τανυσάμενος καὶ ἐπαναβιβάσας τῇ κορώνῃ [*](B=) τὴν νευράν. §. βραχὺ δὲ διασταλτέον εἰς τὸ “τανυσ〈σ〉άμενος.”

[*](A + B=)

113. * ἀγκλίνας] ἐπερείσας, ὡς “κλίνας κολλητῇσιν 〈ἐυξέστῃς [*](A+B-) σανίδεσσιν〉” (Od. 21. 164).

πρόσθεν δὲ σάκεα] κατάφωρον αὐτὸν μᾶλλον ποιοῦσι τειχίζοντες [*](B=) τοῖς ὅπλοις. ἀλλὰ ἅμα ἔτεινε καὶ ἀφῆκεν, οὐ πρὸς τὴν τῶν λόγων διήγησιν.

116. αὐτὰρ ὃ σύλα πῶμα] σημειοῦται ὁ στίχος ὡς ἐνοχλῶν τῇ [*](B=) τάξει. §. καὶ τὸ “ἀβλῆτα” (117) οὐχ Ὁμηρικόν, ἄμεινόν τε τοῦ [*](B=) “πτερόεντα” τὸ “πικρὸν ὀιστόν.”

117. *ἕρμα] ἔρεισμα· συνέχει γὰρ ἕως 〈ἂν〉 ἀφαιρεθῇ τὴν [*](A+ B=) ὀδύνην. ὅμοιον δέ ἐστι τῷ “ἕρμα πόληος” (Il. 16. 549).

118. τὸ “αὐτίκʼ ἐσύλα τόξον” καὶ τὸ “αἶψα” τὸν ἐπτερωμένον [*](B=) τοῖς δώροις δηλοῦσιν. §. τὸ δὲ “κατεκόσμει” διὰ τὸ ἐπικίνδυνον τῆς [*](B=) [*](3. βιαίας, cf. B ‖ 5. συναλιφήν B, συναλιφὴ ‖ 7. schol. cum praece- denti coniunctum ‖ 12. schol. post 19 scriptum omisso signo finali ‖ 17. τεκτονᾶν ὀδύνας ‖ 18. πᾶν τὸ B: παντʼ ‖ 22. ἐπερείσας A: ἀπερείσας ‖ 25. οὕτως post καὶ omisi ut B ‖ 26. διήγησιν B: ἀφήγησιν)

134
[*](B=) βολῆς. §. ἀμέλει καὶ οἰστὸν ἐπιλέγεται, ὃν μάλιστα εὐστοχήσειν οἴεται. Ὀδυσσεὺς δὲ “ταχέας ἐκχεύατʼ ὀιστούς” (Od. 22. 3)· κατὰ γυμνῶν γὰρ ἵησιν, οὐ σκοποῦ δεόμενος.

*πικρόν] μεταφορικῶς ἀπὸ τῶν γευμάτων.

[*](B-)

122. γλυφίδας τε λαβών] “γλυφίδας” ἀντὶ ἑνικοῦ. οὕτω γὰρ ἡ χηλὴ καὶ ἐγκοπὴ τοῦ βέλους· ἐπεὶ δὲ πρώτη βέλους ἐστὶν ἄφεσις αὕτη, εἰκότως αὐτὴν ἐπεξεργάζεται· §. “μαζῷ” (123)δὲ τῷ ἀριστερῳ. [*](B=) νόμον δὲ τοξείας γράφει. Σκύθαι δὲ ἐπὶ τῶν ὤμων τείνουσιν· οἷς ἐναντίως Κρῆτες.

[*](B=)

* Κρῆτες μὲν βοείοις νεύροις, Σκύθαι δὲ ἱππείοις χρῶνται.

* γλυφίδας—νεῦρα] ἀντὶ ἑνικοῦ.

[*](A + B=)

123. *ἀπὸ τῶν παρεπομένων τὴν ἔντασιν δηλοῖ.

[*](A + B=)

124. κυκλοτερὲς—ἔτεινεν] τείνας ἐκύκλωσεν.

[*](B=)

125. ἆλτο ὀιστός] συνέτεμε τὴν λέξιν πρὸς τὸ τάχος τῆς ἀφέσεως.

[*](B=)

126. *ὀξυβελής] ὀξέως βάλλων ἢ βληθείς.

[*](B=)

καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων] ἐπιπεσεῖν τῷ πλήθει θέλων. §. [*](B=) ἐμφαντικῶς δὲ τὴν τοῦ βαλόντος προθυμίαν εἰς τὸ βληθὲν μετή- γαγεν, ὡς “λιλαιομένη χροὸς ἆσαι” (Il. 21. 168), “ἀγαλλόμεναι Διὸς οὔρῳ” (Od. 5. 176).

[*](B-)

ἐπιπτέσθαι] ἀπὸ τοῦ πτῶ τὸ πτέσθαι· καὶ Σοφοκλῆς “πτέσθαι σθένοντες” (Oed. Tyr. 17)· τὸ δὲ “διαπτάσθαι” (Eur. Med. 1) [*](B-) ἀπὸ τοῦ πτῆμι.

127. οὐδὲ σέθεν, Μενέλαε] ἀποστροφὴ ἀπὸ προσώπου εἰς ⌈πρ⌋όσωπον. προσπέπονθε δὲ Μενελάῳ ὁποιητής· διὸ συνεχέστερον αὐτῷ διαλέγεται, ὡς καὶ Πατρόκλῳ, Εὐμαίῳ. Μελανίππῳ (Il. 15. 582). ἀποστροφῆς εἴδη τὸ παρὰ λέξιν, ὡς ὅταν ἐκ μετοχῆς εἰς ῥῆμα μετέλθῃ “ἐξ ὁμόθεν πεφυῶτας· ὃ μὲν—ὃ δέ” (Od. 5. 477)· τὸ παρὰ φράσιν, ὅταν ἀπὸ διηγηματικοῦ εἰς τὸ μιμητικὸν 〈μετ〉έλθῃ “ἱππεῦσιν μὲν πρῶτα —ὃς δέ κʼ ἀνήρ” (301, 306)· ἢ τὸ ἐναντίον· ἢ ἀπὸ προσώπου εἰς πρόσωπον, ὡς νῦν “οὐδὲ σέθεν, Μενέλαε,” ἢ ἀπὸ τόπου εἰς τόπον.

[*](B=)

λελάθοντο] κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ἐφρόντισαν. ἡ δὲ ἀντί- φρασις ἢ κατὰ ἐναντίωσιν, ὡς νῦν, ἢ κατὰ εὐφήμησιν, ἢ παῤ [*](8. τῶν ὤμων B: τὸν ὦμον ‖ 12. ἔντασιν A: ἔνστασιν ‖ 19. λιλαιόμενα ‖ 27. εἴδη B: ἤδη ‖ περὶ ‖ 28. πεφυότες ‖ περὶ)

135
ὑπόνοιαν, ὡς “χωρίον σκληρὸν μέν, οὐκ ἔχον δὲ ὕλην,” δέον εἰπεῖν εὔγειον μέν.

*ἀπὸ κοινοῦ τὸ οὐκ ἐλάθετο.ʼ

[*](A+)

129. * ἤμυνε τὸ βέλος πρὸς τὸ μὴ γενέσθαι αὐτὸ “ἐχεπευκές.”

[*](B=)

130. ὡς ὅτε μήτηρ] ἡ μήτηρ πρὸς τὸ εὔνουν· ἡ μυῖα πρὸς τὸ [*](B=) εὐχερῶς μὲν ἀποσοβεῖσθαι, μεταπηδᾶν δὲ εἰς ἕτερον τόπον· ὁ δὲ ὕπνος πρὸς τὸ ἀπαραφύλακτον καὶ τὸ ἀσθενὲς τῆς πληγῆς.

131. *ὅθ᾿] ὅτε.

132. ὅθι ζωστῆρος ὀχῆες] Αὐτόχθων οὕτως· ἵνα μὴ χαλεπὴ [*](B-) γένηται ἡ πληγή, εἰς τοῦτο τὸ μέρος τὸ βέλος ἄγει, καθʼ ὃ ἀλλήλοις ἐπιφερόμενα τὰ πτερύγια τοῦ θώρακος ἐσφίγγετο ὑπὸ τοῦ ζωστῆρος. οὗτός ἐστιν ὁ θώραξ ὁ διπλοῦς.

ὅθι ζωστῆρος ὀχῆες] ζωστὴρ ἡ θωρακῖτις ζώνη, ᾗ ζώννυ〈ν〉ται τὸν [*](B=) θώρακα.

133. καὶ διπλόος ἤντετο θώρηξ] ὑπῆρχε διὰ τὴν συνάντησιν τοῦ [*](A - B=) χαλκοῦ θώρακος πρὸς τὸ ζῶμα. Τήλεφος γάρ φησι τὸ ἀπὸ τοῦ αὐχένος ἄχρι ὀμφαλοῦ στατὸν θώρακα καλεῖσθαι, τὸ δὲ ἀπὸ λαγόνων ἄχρι κνημῶν ζῶμα· περὶ δὲ τὸ ἦτρον ἡ μίτρα, ἔσωθεν ἐριώδης περὶ δὲ τὴν ἐπιφάνειαν χαλκῆ οὖσα, πρὸς τὸ μὴ θλίβεσθαι τὴν γαστέρα ὑπὸ τοῦ θώρακος καὶ τοῦ ζώματος. διὸ τὴν συμβολὴν διπλόον θώρακά φησιν. ἄνωθεν δὲ τῆς μίτρας καὶ τῆς συνδέσεως τοῦ ζώματος καὶ τοῦ θώρακος ζώνη ἐπέκειτο συσφίγγουσα τὰ πάντα, ἣν ζωκτῆρα καλεῖ.

καὶ διπλόος ἤντετο θώρηξ] Αὐτόχθων οὕτως· τὰ πρὸς ταῖς λαγόσι [*](AB-) μέρη τοῦ θώρακος διὰ τὸ μὴ συνδεδέσθαι ἀλλήλοις πτερύγ α καλεῖται· ταῦτα ἐπιτιθέμενα ἀλλήλοις καὶ σφιγγόμενα ὑπὸ τοῦ ζωστῆρος δι- πλοῦν τὸν θώρακα ἐκεῖσε ἀπεργάζονται. ἔστιν οὖν ἐν μὲν τῷ χρωτὶ ἡ μίτρα, μεθʼ ἣν τὸ ζῶμα τὸ ἀπὸ κνημῶν ἀνιὸν ἄχρι λαγόνων, μεθʼ ὃ ὁ θώραξ, ὡς εἴρηται, περὶ τὰς λαγόνας διπλούμενος, ἄνωθεν δὲ ὁ ζωστήρ.

136. καὶ διὰ θώρηκος πολυδαιδάλου] ἐσίγησε τὸ ζῶμα, ἐν δὲ〈τοῖς⟩ [*](Β=) ἑξῆς (186) ἐναντίον “εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε ζῶμά τε καὶ μίτρη.”