Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

476. μῆλα ἰδέσθαι] “μῆλα” ὁ ποιητὴς τὰ πρόβατα καὶ αἶγας, [*](B=) Ἡσίοδος τὰ τετράποδα πάντα (Opp. 163).

477. *οὐδὲ τοκεῦσι θρέπτρα φίλοισʼ ἀπέδωκε] διδάσκει μὴ καρα- [*](B=) δοκεῖν τὴν ἀπὸ παίδων γηροκομίαν.

480. *πρῶτον] ἐν τοῖς προμάχοις δηλονότι.

[*](B=)

482. πέσεν, αἴγειρος ὥς] μέχρι τούτου τὰ τῆς ὁμοιώσεως· τὰ δὲ [*](B=) λοιπὰ ἐκ περιουσίας ἐναβρυνόμενός φησι καὶ διώκων ἡδονήν. §. ποιητικὴ δὲ 〈ἡ⟩ ἀναστροφή, οὐ μετρική.

[*](B=)

483. ἥ ῥα τʼ ἐν εἱαμενῇ] καὶ ἀλλαχοῦ “αἰγείρων ὑδατοτρεφέων [*](A+) ἦν ἄλσος” (Od. 17. 208)· εἱαμενή δὲ ἡ συνεστηκυῖα τῶν ὑδάτων συμβολή· εἱμένη εἱαμένη εἱαμενή, ὡς δεξαμενή. §. δασυντέον δὲ τὸ [*](A=) “εἱαμενῇ” παρὰ τὴν ἕσιν.

484. ἀτάρ τε οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασιν] τὰ γὰρ ἄοζα [*](B=) ἕτοιμα πρὸς κάμψιν. παρυδατίῳ δὲ φυτῷ εἴκασε τὸν παρὰ ποταμῷ γεγενημένον.

486. ὄφρα ἴτυν κάμψῃ] παντὸς περιφεροῦς τὸ τελευταῖον μέρος.

487. ποταμοῖο παῤ ὄχθας] πρὸς τὸ ἀχθῆναι ὑπὸ τοῦ ποταμοῦ.

[*](AB+)

491. Ὀδυσσέος ἐσθλὸν ἑταῖρον] ἀλλʼ οὐκ ἐστρατεύοντο πλησίον [*](B-) Σαλαμινίων Ἰθακήσιοι· ἑταῖρον οὖν οὐ τὸν πολίτην ἀλλὰ τὸν συνεργόν φησιν· τί γὰρ ἄτοπον, εἰ Σαλαμίνιος ὢν ἑταῖρός ἐστιν Ὀδυσσεῖ; Ἀρίσταρχος δὲ ὡς ποιητικὸν παραιτεῖται· οἳ δέ, ὅτι συγκέχυται ἡ μάχῃ, ὡς καὶ “ἀνὴρ ⟨δʼ⟩ ἄνδῤ ἐδνοπάλιζεν” ἢ ὅτι Αἴας ἐπῄει τὰς τάξεις βοηθῶν. καί που γὰρ Ὀδυσσεῖ βοηθεῖ, ὡς δηλοῖ ἡ πεδιὰς μάχη (Il. 11. 472), καί που Μενεσθεῖ βοηθεῖ ἐν τῇ τειχο- μαχίᾳ (Il. 12. 370) καὶ Μενέλαον αὐτὸν ἄγει ἐπὶ Πάτροκλον (Il. 17. 120).