Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

492. βεβλήκει βουβῶνα] ἐμπεφύκασι μεγάλαι ἀρτηρίαι καὶ [*](B=) φλέβες τοῖς βουβῶσιν αἱμορραγίας ποιοῦσαι, αἳ βοηθούμεναι μὲν ἐπικίνδυνοι, ἀμελούμεναι δέ εἰσι θανατώδεις.

[*](7. Ἡρόδοτος B, Ἡρόδικος: corr. W ‖ 16. εἰμένη ἐαμενὴ εἰαμενὴ ‖ 19. παρὰ B: περὶ ‖ ποταμὸν ut B ‖ 21. ὄφῤ ‖ 23. ὀδυσσέως ‖ 28. ἡ ἐπαδείας μ.)
158
[*](B=)

493. ἤριπε δʼ ἀμφʼ αὐτᾷ, νεκρὸς δέ οἱ ἔκπεσε] ὡς ἐκεῖ “μίνυνθα δέ οἱ γένεθʼ ὁρμή” (466). περὶ ὃ δὲ μάλιστα ἐσπούδαζον. τούτου στερῶν αὐτοὺς ὁ ποιητὴς κολάζει.

494. τοῦ δʼ Ὀδυσεὺς—ἀποκταμένοιο χολώθη, βῆ δὲ διὰ προ- μάχων] “ἀρνύμενος ἥν τε ψυχήν” (Od. 1. 5).

[*](B=)

496. στῆ δὲ μάλʼ ἐγγὺς ἰών] “ἐγγὺς ἰών” τοῦ Λεύκου ὑπερασ- πίζων.

[*](B=)

497. ἀμφί ἑ παπτήνας] οἰκεῖον τῷ προνοητικῷ Ὀδυσσεῖ, οὐχ ὡς ὁ Ἐλεφήνωρ· οὗτος δὲ περισκοπεῖ, μή τι γυμνὸν ᾖ τοῦ σώματος.

[*](B=)

* κεκάδοντο] 〈διὰ⟩ τὴν τοῦ δόρατος ὁρμὴν οἳ μὲν ἔνθεν, οἳ δὲ ἐκεῖθεν ἐχωρίσθησαν.

[*](B=)

499. Δημοκόωντα] πρῶτος οὗτος Πριαμιδῶν ἀναιρεῖται.

[*](B=)

500. ὅς οἱ Ἀβυδόθεν ἦλθε] τῆς Ἑλλησποντίδος Ἀβύδου μέμ- νηται· τὰς γὰρ πλησίον τῆς Τροίας πόλεις ἀσφαλεστέρας ἔδει εἶναι ὡς τῶν ἐπιτηδείων χορηγούς· διὸ οὐ πεπόρθηται ὑπὸ Ἀχι- λέως.

[*](B=)

παῤ ἵππων οἰκειάων] ἐκ τῶν ἵππων, ὡς ἐκεῖ ὄντων τῶν ἱππο- στασίων Πριάμου· οἳ δὲ ἀντὶ τοῦ ἐφʼ ἵππων.

[*](AB=)

502. κόρσην· ἢ δʼ ἑτέροιο] τὸν κρόταφον· ἐπὶ κόρσης γὰρ λέγουσιν Ἀττικοὶ τὴν γνάθον. καὶ “ἑτέροιο διὰ κροτάφοιο·” ὡς οὖν ἐλλὸς ἔλαφος, οὕτω κόρση κρόταφος.

[*](B=)

505. χώρησαν δʼ ὑπό τε πρόμαχοι] πῶς νικῶσιν Ἕλληνες, οὓς ὁ Ζεὺς θέλει ἡττᾶσθαι; ἐροῦμεν ὅτι ἐᾷ Ζεὺς ποινὰς τίνειν τῶν πλημ- μελημάτων τοὺς Τρῶας, ἢ καθʼ ὅτι δείκνυσι διʼ ἀμφοτέρων τὴν δύναμιν, ἵνα καὶ συμμαχῶν Τρωσὶν ἐπιδείξηται τὴν χάριν, εἴγε ὃν ἔτρεψε μόνος Αἴας οὗτος ἅμα Διὶ καὶ τοὺς πάντας Ἕλληνας διώκει.

[*](B=)