Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

460. ἐν δὲ μετώπῳ πῆξεν] ἱκανὴ μὲν καὶ ἡ τῆς κεφαλῆς ἔκπληξις [*](B+) [*](13. ἄγγος: corr. Bekker ‖ 18. ἀποκεκλεῖσθαι ‖ 20. γένετʼ ‖ 30. γ. ὅτε φησὶ ‖ 34. κεφαλῆς scripsi: πληγῆς)

156
ἄκαιρος οὖσα θανατῶσαι· ἢ καὶ τῆς μήνιγγος, ἣ διείργει τὸν ἐγκέφα- λον, διῃρημένης καὶ τοῦ δόρατος ἄχρι τῆς τοῦ ἐγκεφάλου βάσεως εἰσθορόντος. σημείωσαι δὲ ὅτι τοὺς περὶ κεφαλὴν βαλλομένους ἀνωδύνως φησὶ τελευτᾶν· “τόν ῥ᾿ ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος, ὦκα δὲ θυμὸς ᾤχετʼ ἀπὸ μελέων” (Il. 16. 606)· “αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ. ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο” (ib. 411)· τοῦ κυρίου γὰρ τρωθέντος τόπου ἅμα τῇ πληγῇ ὁ θάνατος, οὐδὲ ὀλίγον χρόνον εἰς ἀντίληψιν τῆς ὀδύνης παρέχων. ἐπὶ δὲ ὀμφαλοῦ “ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινός” (Il. 13. 568)· “ἀντικρὺ δὲ διέσχε παῤ ὀμφαλὸν —γνὺξ δʼ ἔριπʼ οἰμώξας” (Il. 20. 416). οἱ γὰρ περὶ γαστέρα τόποι νευ- ρώδεις ὄντες τὴν ἀπὸ τῶν ἡγεμονικῶν αἴσθησιν δέχονται.

[*](B=)

462. ἤριπε δʼ, ὡς ὅτε πύργος] ὕπτιος γὰρ ἔπεσεν ὑπὸ τῆς ὁρμῆς τοῦ δόρατος.

[*](B=)

ἤριπε] εἰς τὴν ἔραν ἔπεσεν.

[*](A+)

465. ἕλκε δʼ ὑπὲκ βελέων] εἰς τὸ “βελέων” ὀλίγη διαστολή. [*](B=) §. ἡ ὑπό τὸν ὑποκύψαντα δηλοῖ, ἡ δὲ ἔξ τὴν ἔξω φοράν.

[*](B=)

466. τεύχεα συλήσειε] δικαίως κολάζεται ὁ αἰσχροκερδής, δέον τῶν ζώντων ἅπτεσθαι.

[*](B=)

468. πλευρὰ —ἐξεφαάνθη] καὶ ἡμεῖς εἴδομεν αὐτοῦ τὰ πλευρά· καίριος δὲ ἡ πληγὴ κατὰ καρδίας ἢ πνεύμονος ἐνεχθεῖσα.

[*](B=)

παῤ ἀσπίδος ἐξεφαάνθη] ἀντὶ τοῦ παρενεχθέντος τοῦ ὅπλου. διδάσκει δὲ μηδὲν ἀπερισκέπτως ποιεῖν.

[*](B=)

470. ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη] ἀνανεοῦται τὴν στάσιν καὶ ὑπεκ- καύματα δίδωσι τὰς τῶν ἀριστέων πτώσεις καὶ τὸν πόλεμον ἐπι- φανέστερον ποιεῖ. ἱκανὴν δὲ πίστιν ἐπάγει τοῖς λόγοις ὡς αὐτό- πτης ὤν.

[*](B=)

ἔργον ἐτύχθη ἀργαλέον Τρώων καὶ Ἀχαιῶν] ἤλλακται ἡ φύσις· πρῶτοι γὰρ ὥρμησαν Ἕλληνες διʼ Ἕλεφήνορα πεσόντα.

[*](A-)

472. ἐδνοπάλιζεν] δονῶ δονοπίζω, πλεονασμῷ δονοπαλίζω, συγκοπῇ δνοπαλίζω, ὡς πυκτεύω “πυκταλεύω” (Sophro Et. M. 345, 40)· ση- μαίνει δὲ κατέβαλε· “τὰ 〈σὰ⟩ ῥάκεα δνοπαλίξεις” (Od. 14. 512).

[*](B=)

473. Ἀνθεμίωνος υἱόν] οὐ ψιλὸν τοῦ τετρωμένου τὸ ὄνομα τέθεικεν, [*](1. ἄπειρος ‖ 6. εὐρύαλον ‖ ἀπεσσύμενον)

157
ἀλλὰ καὶ τὴν αἰτίαν διʼ ἣν ἐκαλεῖτο Σιμοείσιος, καὶ τοῦ πατρὸς τὸ ὄνομα καὶ τὸ χωρίον ἐν ᾧ ἐτέχθη, καὶ ἐπὶ τί πορευομένη ἡ μήτηρ ἔτεκεν αὐτόν, καὶ τὴν ἡλικίαν ἣν ἔχων ἀπέθανεν, ὅτι ἠίθεος ἦν. ταῦτα δὲ εἶπε πολλὴν πίστιν ἐπιφέρων τῷ λόγῳ ὡς αὐτόπτης ὤν.

474. *ἠίθεον] τὸν ἰσόθεον ἡλικίαν ἔχοντα.