Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

437. οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος] εἰκότως τὸ βάρβαρον θορυ- [*](B=) [*](2. ἀμείνωι ‖ 3. περὶ B: παρὰ ‖ 6. post ἤχησε sec. add. ὀνοματοποιία ὁ τρόπος ‖ 7. προανυψοῖ B: προσανυψοῖ ‖ 8. ἐπάλληλον B: ἐπαλλήλων ‖ 19. ἐκχέει)

154
βῶδές ἐστιν· ἑτερόγλωσσον γάρ ἐστιν· ὃ δὲ οὐκ ἔστιν ὁμόφωνον, τοῦτο ἀνάγκῃ θορυβῶδες.

[*](B=)

439. ὦρσε δὲ τοὺς μὲν Ἄρης] μεγαλοπρεπὴς ἡ φαντασία· δεῖ γὰρ αὐτοὺς ὅμοια τῶν ἡγουμένων πράσσειν· ἄλλως τε καὶ τὴν πρώτην συμβολὴν αὔξει.

[*](B=)

440. Δεῖμός τʼ δὲ Φόβος] δαίμονες ἐκ τῶν ἡμετέρων παθῶν πεπλασμένοι, οὐ σύμμαχοι.

[*](AB+)

* ἄμοτον] ἀπλήρωτον.

[*](B-)

441. Ἄρεος ἀνδροφόνοιο κασιγνήτη] ἀπὸ τῆς ὁμοιότητος τῶν παθῶν πλάττουσι τὰς συγγενείας, ὡς Δεῖμος καὶ Φόβος καὶ “Φύζα, Φόβου κρυόεντος ἑταίρη” (Il. 9. 2)· ἔστιν οὖν δελφὴ αὐτῷ τοὺς τρόπους, οὐ ξυγγενὴς ἡ “Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε.”

[*](B=)

442. ἥ τʼ ὀλίγη μὲν πρῶτα] ποιητικῶς ἐσήμανε τῆς ἔριδος τὸ πάθος.

[*](B=)

445. ὀφέλλουσα στόνον ἀνδρῶν] ἐκ γὰρ τοῦ ἐρίζειν πλείων ὁ φόνος γίνεται.

[*](B=)

447. σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα] τὰς μὲν πρὸς τὸ μηδὲν παθεῖν, τὰ δέ, ἵνα τι δράσωσιν.

[*](B=)

448. ὀμφαλόεσσαι] τινὲς ὀμφαλοέσσας τὰς εὐομφάλους, ὡς “ποιητὰς—πύλας” (Il. 12. 470) εὐποιήτους.

[*](B=)

ὀμφαλόεσσαι] ὁτὲ μὲν αὐτὰς εὐκύκλους, ὁτὲ δὲ ὀμφαλοέσσας καλεῖ, τὴν ἀπὸ κέντρου πρὸς τέλος τυπῶν ἰσότητα, καὶ πάντοσε ἴσας.

[*](B=)

449. ὀρυμαγδός] ὀρυμαγδός ἐστι πολέμου ἦχος, ἔχων κτύπον ὅπλων, στρατιωτῶν ἀλαλαγμόν, ἡγητόρων παράκλησιν, εὐχὴν ἀγω- νιώντων, οἰμωγὴν ἀπολλυμένων, θρῆνον ἐπὶ πεπτωκόσιν. ἔστιν οὖν ὀρυμαγδὸς ἔνθα ὄρνυται ὅμαδος.