Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

421. * προανυψοῖ τὸ πρόσωπον Διομήδους.

422. ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ] οὐ πρὸς τὸν ἦχον, ἀλλὰ τὴν ἐπάλληλον [*](B=) τῶν φαλάγγων φοράν· πορεύονται γὰρ “σιγῇ δειδιότες σημάντορας” (431). ζέφυρον γὰρ παρέλαβεν ἄνωθεν ἐπικυλίοντα τὰ κύματα, ἠρεμαίως τε ἄρχεται, ἐπιτείνεται δὲ ὕστερον· διὸ καὶ τὸ “ὑποκινή- σαντος.” καὶ νῦν οὕτως αὔξει τὰ τοῦ πολέμου.

423. ζεφύρου ὑποκινήσαντος] Πτολεμαῖος ἀναστρέφει τὴν πρό- [*](A+ B-) θεσιν, καλῶς· οἱ δὲ ἄλλοι παρέλκειν αὐτήν φασι καὶ φυλάττουσι τὸν τόνον ὡς ἐπὶ τοῦ “ὑφηνίοχος” (Il. 6. 19) καὶ “Ποσειδάωνος ὑποδμώς” (Od. 4. 386).

426. *ἰόν] οὐκ “ἐόν.”

〈ἀποπτύει δʼ ἁλὸς ἄχνην〉] πτύελον γὰρ τῆς θαλάσσης ἐστὶν ὁ [*](A + B=) ἀφρός, ὃν ἐρευγομένη ἐκχεῖ. διὸ “ἀποπτύει” φησίν.

429. οἱ δʼ ἄλλοι ἀκήν] ὡς “ἀκὴν ἐγένοντο σιωπῇ” (Il. 3. 95)· [*](B=) τὸ δὲ ἑξῆς, οἱ δὲ ἄλλοι ἀκὴν ἦσαν σιγῇ.

οὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι] ἄρρητος ἡ ἐπίνοια σιωπὴν [*](B=) τοσούτου στρατοῦ εἰκάσαντος ἀφωνίᾳ.

431. δειδιότες] ἄκρως εὐπειθεῖς Ἕλληνες, τοὺς πολεμίους οὐ δε- [*](B=) διότες ἀλλὰ τοὺς ἡγεμόνας.

433. Τρῶες δʼ ὥς τʼ ὄιες] εἴωθεν ἀεὶ ἀντιπαραβάλλειν τὸ θορυβῶδες [*](B=) τῶν Τρώων. δειλὸν δὲ καὶ κατωφερὲς ἡ ὄις.

435. ἀζηχὲς μεμακυῖαι] ηὔξησε τὸν θόρυβον παραλαβὼν τὰς ὄις [*](B=) ἀντιμηκωμένας τοῖς νεογνοῖς. §. “ἀζηχές” δὲ ἀκατάπαυστον.

436. Τρώων ἀλαλητός] λαλητός καὶ ἀλαλητός πλεονασμῷ τοῦ ᾱ.