Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

405. ἡμεῖς τοι πατέρων] παροιμία “τίς πατέῤ αἰνήσει, εἰ μὴ κακοδαίμονα τέκνα;” (Diogenian. viii. 46).

[*](B-)

πατέρων μέγʼ ἀμείμονες] ἐν τῷ τῆς ἀρετῆς ἀγῶνι οὐδὲ γονεῦσί φησι δεῖν παραχωρεῖν· φησὶ γοῦν “υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι” (Od. 24. 515)· ὕψωσε δὲ καὶ τὸ “μέγα” καὶ τὴν μαρτυρίαν ἐπήγα- γεν· τοῦτο δέ, ὅτι οὐ δεῖ ταῖς τῶν προγόνων ἀρεταῖς κοσμεῖσθαι.

[*](A+ B=)

406. ἡμεῖς καὶ Θήβης] καὶ γὰρ στρατεύσαντες οἱ ἐπίγονοι τὰς Θή- βας κατέσκαψαν καὶ τὸν βασιλέα ἀνεῖλον Λαοδάμαντα τὸν Ἐτεοκλέους ἐννέα ὄντες τὸν ἀριθμόν, Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος Πολυνεί- κους, Διομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ Ἀμφί- λοχος Ἀμφιαράου, Στρατόλαος Παρθενοπαίου, Πολύδωρος Ἱππομέ- δοντος, Μέδων Ἐτεόκλου.

ἑπταπύλοιο] πρὸς γὰρ ἑπτάχορδον Ἀμφίονος λύραν ἡρμόσθη.

[*](B=)

407. παυρότερον λαὸν ἀγαγόντε] ἐπεὶ δύο εἰσὶν οἱ κακολογούμενοι ἔδειξε δὲ καὶ νῦν τὴν σύμπνευσιν αὐτῶν· καὶ “αὐτὰρ ἐγὼ Σθένελός τε” (Il. 9. 48).

[*](A+)

ὑπὸ τεῖχος ἄρειον] τοῦ παυροτέρου λαοῦ βέλτιον· ἢ καθʼ ὃ Ἄρεος ἦν ἱερόν, ὡς καὶ ἡ Δίρκη.

[*](B=)

408. πειθόμενοι τεράεσσι θεῶν] ὑποφαίνει, ὡς καὶ νῦν διὰ δεισι- δαιμονίαν οὐκ ἠθέλησαν ἄρχειν τῆς πρὸς τοὺς Τρῶας συμβολῆς.

[*](A+)

410. *ὁμοίῃ ἔνθεο τιμῇ] ἀντὶ τοῦ ἐν ὁμοίῃ· οὕτω πᾶσαι· Ἀρίσταρχος δὲ “ἔνθεο τιμήν.”

[*](B=)

412. τέττα, σιωπῇ ἧσο] ἐπίδειξις χρηστοῦ ἤθους μὴ δεῖν ταῖς τῶν πατέρων ἐπαίρεσθαι συμφοραῖς· καὶ ἐνδείκνυται μὲν τῷ βασιλεῖ, [*](A + B-) ὡς ἀδίκως ὕβρισται, συγγινώσκει δὲ τῷ καιρῷ. §. τὸ δὲ “τέττα” οἳ μὲν ἐπίρρημα σχετλιαστικόν, οἳ δὲ κατὰ πάθος ἀπὸ τοῦ τέτλαθι, οἳ δὲ ὡς βάπτω βαπτίζω βάπτης οὕτω 〈τέπτω〉 τέττω τεττίζω — ἤδη γάρ τινες ἀξιοῦσι γράφειν “τοὺς ἐλεεινὰ κατήσθιε τεττίζοντας” (Il. 2. 314) —τέττης, ἡ κλητικὴ “τέττα.”

σιωπῇ ᾗσο] δασυντέον καὶ ἐκδεκτέον ἀντὶ τοῦ διάτριβε ὡς τὸ “ἦμαι ἐνὶ Τροίῃ (Il. 24. 542)· ἢ ψιλῶς ἀντὶ τοῦ ἔσο, γίνου.

[*](B=)

413. οὐ γὰρ ἐγὼ νεμεσῶ] αἰδεῖται μὲν ἀποκρίνεσθαι πρὸς τὸν βασιλέα, οὐ παραλέλοιπε δὲ τὴν εἰς αὐτὸν ἀπόκρισιν ἐν τῷ πρὸς [*](21. πεῦσαι ‖ 23. τοῖς B: ἐυ ταῖς ‖ 25. ὑβρίσθαι ‖ 27. supplevi ex A ‖ 28. ἑλέ ‖ 31. φίλος: corr. W)

153
Σθένελον λόγῳ. δέδεικται οὖν καὶ ἐκ τούτου τὸ περὶ τὰς ἀποκρίσεις φιλότιμον αὐτοῦ, ὃ ἔφη ἀγορῇ δέ τʼ ἀμείνω” (400).

415. τούτῳ μὲν γὰρ κῦδος] νομοθετεῖ, ποῖον δεῖ εἶναι περὶ τοὺς [*](B=) ἄρχοντας ὡς καὶ τῆς φθορᾶς καὶ τῆς σωτηρίας μέλλοντας αἰτίαν ἔχειν.

420. ἔβραχε] ἤχησεν. §. τινὲς τελείαν εἰς τὸ “ἄνακτος.”