Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

391. κέντορες ἵππων] ἔνθεν καὶ εὐάρματον τὴν Θήβην φησὶν ὁ Πίνδαρος (fr. 207).

392. ἂψ 〈ἄῤ⟩ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν] ἵνα μὴ τοῖς Ἀρ- [*](B=) γείοις ἐξαγγείλῃ τὴν ἀσθένειαν Θηβαίων.

396. Τυδεὺς μὲν καὶ τοῖσιν] οὐ μόνον, φησί, τοὺς προκληθέντας [*](B=) ἐνίκησεν, ἀλλὰ καὶ τοὺς ἐνηδρευκότας.

398. Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας] ἡ Ἀθηνᾶ γὰρ [*](B=) αὐτῷ εἶπεν· ἢ τὸ δόρυ ἐκλάσθη.

399. τοῖος ἔην Τυδεύς] Ἀντίμαχός φησι παρὰ συφόρβοις [*](AB=) τετράφθαι Τυδέα· Εὐριπίδης δὲ (Suppl. 902) οὐκ ἐν λόγοις φησὶν εἶναι δεινόν, ἀλλʼ ἐν ἀσπίδι. πιθανῶς δὲ προφυλαξάμενος ἀγορητὴν τὸν Διομήδη φησίν, ἵνα πρὸς τὴν ἀπολογίαν ὀκνήσῃ· διὸ οὐδὲν προσ- φθέγγεται ὁ Διομήδης.

400. ἀγορῇ δέ τʼ ἀμείνω] Ἀρίσταρχος μετὰ τοῦ ν τὸ “ἀμείνων,” [*](A=) ἵνα λείπῃ τὸ ἐστίν.

401. τὸν δʼ οὔτι προσέφη] πῶς οὗτος νεώτερος ὢν τὴν ἐπίπληξιν [*](B=) ἤνεγκεν, ὁ δὲ Ὀδυσσεὺς καὶ πρεσβύτερος καὶ φρονιμώτερος ἐπιπλη- χθεὶς ἐχαλέπηνεν: ῥητέον, διὰ τοῦτο, ἐπεὶ καὶ πρεσβύτερος καὶ φρονι- μώτερός ἐστι, τὴν βλασφημίαν οὐ φέρει· τιμᾶσθαι γὰρ σφᾶς αὐτοὺς οἱ πρεσβύτεροι δεῖν νομίζουσιν. ἄλλως τε οὐχ ὁμοίως ἀμφο- τέροις ἐπέπληξε, τὸν μὲν πανοῦργον, τὸν δὲ ἥττω τοῦ πατρὸς εἰπών· ὁ γὰρ τοῦ πατρὸς ἔπαινος ἐμείου τὴν ὕβριν. πρὸς τούτοις ἐπίπλη- χθεὶς ὡς λάλος οὐκ ἤμελλεν ἐπιβεβαιοῦν τὸ λάλος εἶναι.

402. αἰδεσθεὶς βασιλῆος] σώφρων, ὃς οὐδέποτε τοὺς πολεμίους [*](B=) δείσας φοβεῖται τὴν ἐπίπληξιν τοῦ στρατηγοῦ. καὶ νῦν μέν, ἵνα μὴ δοκῇ λάλος, ἡσυχάζει, τοῖς γε μὴν ἔργοις δείξας ἑαυτὸν ἐφάμιλλον τῷ πατρί φησιν “ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας” (Il. 9. 34). καὶ τὸ “κρατερός” νῦν ἔμφασιν ἔχει, πληροῦν ὃ παρέλιπεν ὁ βασι- λεύς.

404. μὴ ψεύδεαι] ὡς τὸ νήχεαι· Ἡρωδιανὸς δὲ τὸ ἐντελὲς [*](A-) “ψεύδεο” φησίν.

[*](2. supplevi ex B ‖ 3. εὐάρμοστον ‖ 11. ἀντίμαχος:—εὐριπίδης δέ cf. schol. 400 ‖ 13. πιθανῶς A B: πιθανὸν ‖ 17. post ἐστίν add. φησὶ παρὰ συφόρβοις τετράφθαι τυδέα: transposui ad schol. 399 ut A B ‖ 29. ὠνείδισας.)
152
[*](B-)