Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

378. ἱερὰ πρὸς τείχεα Θήβης] διὰ τὸ μουσικῇ γεγενῆσθαι.

380. καὶ ἐπήνεον ὡς ἐκέλευον] ἀντὶ τοῦ παρεκάλουν· “ἔνθε δʼ ἔπειτα, ἄναξ, κέλομαι” (Od. 11. 71).

381. ἀλλὰ Ζεὺς ἔτρεψε] ἠρέμα ἀπολογεῖται· ἄτοπον γὰρ ἦν προτρέπειν, συμμαχίας μὴ μεταδέδωκεν.

παραίσιμα σήματα φαίνων] παρὰ τὴν αἶσαν· ἢ αἴσια περὶ ζωῆς ἡμῖν φαίνων παρέτρεψεν.

[*](B=)

382. ἠδὲ πρὸ ὁδοῦ ἐγένοντο] ἔμπροσθεν τῆς ὁδοῦ, ὅ ἐστιν εἰς [*](B=) Θήβας. §. τινὲς δὲ εἰς τὸ “ἐγένοντο” στίζουσι καὶ τῷ “λεχεποίην” τὴν τελείαν παρέχονται, πλεονάζειν λέγοντες τὸν “δέ.”

[*](A+ B=)

383. λεχεποίην] παρὰ τὸ λέχος ἢ τὸν λόχον.

384. ἀγγελίην ἐπὶ Τμδῆ] “Υμδῆ” ὡς “ἀλλʼ Ὀδυσῆ ποθέουσα” (Od. 19. 136) καὶ “Μηκιστῆ δʼ ἕλε Πο〈υ〉λυδάμας” (Il. 15. 339).

386. βίης Ἐτεοκληείης] ἴσως ἐπὶ τυραννίδι.

388. μοῦνος ἐὼν πολέσιν] καὶ μόνος καὶ πολλοῖς.

[*](B-)

389. ἀεθλεύειν προκαλίζετο] μετὰ τὸ δεῖπνον γὰρ οἱ ἀγῶνες· “νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρήσωμεν” (Od. 8. 100). καὶ Πηνελόπη τὸ τόξον μετὰ τὸ δεῖπνον τίθησιν.

[*](5. λεγόμενα B: λέγειν ‖ 16. θήρης ‖ 17. iteratur *ὡς ἐκέλευον] ὡς παρεκάλουν ‖ 26. τὸν λόγον ‖ 27. ὀδυσσῆ)
151

προκαλίζετο] ἴσως ηὐτέλιζον τοὺς Ἀργείους διὰ τὸ βραχὺ αὐτοῦ· διὸ [*](B=) 〈τοῦ μώμου ἑαυτὸν⟩ ἀπαλλάξαιθέλων 〈καὶ〉τοὺς οἰκείους τοῦτο ἐποίει.