Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

328. *ἑσταότ᾿· ἀμφὶ δʼ Ἀθηναῖοι] ἀπὸ κοινοῦ τὸ “ἵσταντο.”

329. * Ἰακῶς τὸ “ἑστήκει.”

330. * Κεφαλλήνων] ἴσως, ἐπεὶ Κέφαλος ὁ Δηιόνος Ἀθηναῖος ὢν ᾤκισε τὴν Κεφαλ〈λ〉ηνίαν, συνετάγησαν αὐτῷ.

οὐκ ἀλαπαδναί] διὰ τοῦ “οὐκ ἀλαπαδναί” ἀπολογία τῆς ἀργίας.

[*](Β=)

331. οὐ γάρ πω σφιν ἀκούετο] ὁ λαὸς γὰρ αὐτῶν οὔπω ἤκουσε [*](A- B=) τῆς βοῆς· οὐ γὰρ ἠλάλαξαν οἱ Τρῶες, ἵνα μὴ νοηθῶσιν.

[*](2. ἱππομέδοντος ἢ ὡς ἔνιοι ἀφείδαντος A Eust. ‖ 5. turbata ut B, cf. A Eust. ‖ 7. τῷ B: ἐν τῷ ‖ ἐρευθαλίωνα φίλοι περὶ B, ἐρευθαλίωνι φίλοις τʼ ἐπὶ A recte: ἐρευθαλίωνι φίλοι περὶ ‖ 8, βασιλῆα γένος ἔξοχον ἀμφιδάμαντος B, βασιλῆες γένος ἔξοχον ἱππομέδοντος A, βασιλῆος γ. ἔ. ἱππομέδοντος Eust.: βασιλῆες ἔξοχον γένος ἀμφιδάμαντα ‖ 12. τοῦ ν A: τοῦτο ‖ 13. δωρικῶς scripsi: δυῖκῶς, cf. A ‖ 17. ἥδε ἕαδε ἤλεε ἄλλη: corr. Bekker ‖ 28. ᾤκησε)
148
[*](A+)

333. *Τρώων] χωρὶς τοῦ συνδέσμου.

[*](B=)

334. ἕστασαν ὁππότε πύργος] εἴτε διὰ τοῦτο “ἕστασαν,” ἵνα οἱ Τρῶες πρότερον κατάρξωσιν, εἴτε, ἵνα τινὲς ἄλλοι τῶν Ἑλλήνων, ἄμφω ἄλογα, καὶ τὸ ὑπὸ τῶν Τρώων προληφθῆναι —οὐ γὰρ μικρὰ καὶ τοῦτο βλάπτει—καὶ τὸ ὑπὸ τῶν οἰκείων· δεῖ γὰρ συντεταγμένους ἅπαντας πολεμεῖν. ἁρμόζει δὲ μᾶλλον τὸ πρότερον, ἵνα οἱ Τρῶες παραβάντες τὰς συνθήκας καὶ τῆς μάχης ἄρξωσιν. ἀλλὰ τούτῳ δοκεῖ ἐναντιοῦσθαι τὸ “νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν ὑμείων προπάροιθε μαχοίατο” (347).

ὁππότε πύργος] ἔν τισι γράφε〈τα〉ι “κέν τις Ἀχαιῶν.”

[*](A~ B=)

335. Τρώων ὁρμήσειε] λείπει ἡ κατά, ὡς “ὡρμήθη δʼ Ἀκά- μαντος” (Il. 14. 488)· θέλουσι δὲ πρὸ ἑαυτῶν ἄλλους Ἕλληνας ἄρξασθαι τῆς μάχης, ἀσυκοφαντήτους ἑαυτοὺς ἐκ παντὸς πρὸς τὸ θεῖον πειρώμενοι σῶσαι· διὸ καὶ δόλιον αὐτὸν (339) καλεῖ ὁ Ἀγαμέμνων, ἐπεὶ οὐ φιλέλλην ἀλλὰ φίλαυτος φωρᾶται· καὶ ὃ μὲν ἕνα πύργον περιμένει (336). ὃ δὲ ὀνειδίζων “δέκα πύργοι Ἀχαιῶν” (347) φησίν.

[*](B=)

338. ὦ υἱὲ Πετεῶο] τὸν μὲν τῇ τοῦ πατρὸς ὑπεροχῇ κατῄσχυνεν, τῷ δὲ παρρησιαστικώτερον ὡς καὶ φίλῳ ἐπιφέρεται, τοῖς ἄλλοις διʼ αὐτοῦ μείζονα τὴν προτροπὴν ποιῶν.

[*](B=)

339. καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε] μέσον γὰρ ὁ δόλος· ἐπὶ δὲ τοῦ ἀμφότερα εἰδότος “εἰδὼς παντοίους τε δόλους καὶ μήδεα.

[*](A=)

πυκνά” (Il. 3. 202). §. τὸ δὲ “κεκασμένε” ἐπὶ κακοῦ, ὡς τὸ “ἐκέ- καστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε” (Od. 19. 395).

[*](B=)

340. καταπτώσσοντες] προτρεπτικὸν ἀνδρείου ἀνδρὸς ψυχῇ τὸ καταπτώσσειν λεγόμενον.

[*](B-)

τίπτε καταπτώσσοντες] ᾔσθετο γάρ, διὸ ἀνεβάλλοντο· διὸ καὶ δόλιον αὐτὸν καὶ κερδαλεόφρονα καλεῖ. ὀνειδίζει οὖν τῆς μονῆς.

341. σφῶιν—ἐόντας] ἀντὶ τοῦ ἐοῦσιν.

342. μάχης καυστείρης] “ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθο- μένοιο” (Il. 13. 673).

[*](A+)

343. πρώτω γὰρ καὶ δαιτός] οὐ περὶ βρωμάτων, ἀλλὰ περὶ τιμῆς ὁ λόγος. τινὲς τὸ “δαιτός” πρὸς τὸ “ἐμεῖο.”

[*](AB-)

344. ὁππότε δαῖτα γέρουσιν] ὡς τὸ “γερούσιον αἴθοπα οἶνον” [*](7. παραβαίνοντες ‖ post ἄρξωσιν omisi λείπει οὖν 〈εἰς add. B⟩ τὸ “Ἀχαιῶν” ἡ κατά, cf. schol. 335 ‖ 29. κ. ὅσοι μὲν)

149
(259). αἰσχρὸν δὲ τὸ ἐν συμποσίῳ μὲν τοῖς ἀρίστοις καταλέγεσθαι, ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις· καὶ ὁ Σαρπηδὼν “τί〈η⟩ δὴ νῶι τετι- μήμε〈σ〉θα μάλιστα” (Il. 12. 310).

345. *“φίλα” ἀντὶ τοῦ φίλως.

347. νῦν δὲ φίλως χʼ ὁρόῳτε] ἔλυσε τὸ ἔμπροσθεν ἀμφίβολον· [*](B=) καὶ οἳ μὲν ἀναμένουσιν, ὃ δὲ ὀνειδίζων φησὶ “τίπτε καταπτώσ- σοντες” (340).

350. ποῖόν σε ἔπος φύγεν 〈ἕρκος ὀδόντων⟩] φαντασίαν ἐποίησε τοῦ [*](B=) ἀπερισκέπτως ἐξενεχθέντος λόγου· πρὸς φυλακὴν γὰρ τῶν φαύλων τούτους ἡμῖν ἡ φύσις ἐχορήγησεν.

351. πῶς δὴ φῆς πολέμοιο μεθιέμεν] ἠθικὸν καὶ τῶν προγε- [*](B=) γονότων ὑπομνηστικόν. §. ἐν δὲ τῷ “μεθιέμεν” τελείαν, ἐν δὲ τῷ [*](A + B=) “Ἄρηα” ὑποστιγμήν.

ὁππότʼ Ἀχαιοὶ Τρωσὶν ἐφʼἱπποδάμοισιν] ταῦτα ἀπὸ ἄλλης ἀρχῆς.

353. ὄψεαι, ἢν ἐθέλῃσθα] ἐὰν ἀπεχόμενος τῶν ἀγώνων ἐποπτεύειν [*](B=) ἡμᾶς θέλῃς.

354. Tηλεμάχοιο φίλον πατέρα] προσυνίστησι τὰ πρόσωπα καὶ [*](A + B=) τὰς διαθέσεις· ἢ ὡς φιλόδοξος καὶ τὸν παῖδα συνίστησιν.