Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

296. * Αἵμονά τε κρείοντα] ἄδηλον ποῖον κύριόν ἐστιν.

297. * ἱππῆας μέν] ποῦ ὁ δέ;

ἱππῆας μὲν πρῶτα] οὐ δεόντως, φασί, τὴν πρώτην τάξιν οἱ ἱππεῖς [*](AB-) ἔχουσι, κινδύνου ὄντος, εἰ τροπὴ γένοιτο τῶν ἱππέων, συμπατηθῆναι τὴν ἀκολουθοῦσαν φάλαγγα· ἀγνοοῦσι δέ, ὅτι οἱ πεζοὶ ὄπισθέν εἰσιν, ὅπως τῶν ἱππέων ὑποχωρούντων διιστάμενοι δέχωνται αὐτοὺς —ἀλλα- χοῦ φησι “τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;” (371)—καὶ πάλιν ἑνούμενοι ὡσεὶ τεῖχος δέχωνται τοὺς πολεμίους ἐπιόντας· μεταξὺ δὲ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλεν. τινὲς δὲ τὸ ἔμπροσθεν καὶ ὄπισθεν ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κέρατος λαμβάνουσιν, τοὺς δὲ κακοὺς τετάχθαι ἐν μέσῳ, ἵνα καὶ ὑπὸ τούτων καὶ ὑπʼ ἐκείνων ἀναγκάζωνται πολεμεῖν. ἀλλὰ φαίνεται πεζοῖς οὐδὲν ἐπιτάσσων περὶ τοῦ πολέμου· [*](7. φρίκω ‖ 11. ἀ. εἰς δὲ τὸ ‖ 26. iteratur ad 299 ἕρκος ἔμεν πο- λέμοιο] ὅπως τῶν ἱππέων ὑποχωρούντων ὡσεὶ τεῖχος δέχοιντο τοὺς ἐπιόντας οἱ πεζοί ‖ δέχοιντο αὑτοῖς οἱ πεζοὶ ἀ. ‖ 27. φ. πῆ δʼ ‖ 28. δέχοιντο ‖ 29. ἀνδρῶν)

146
ἄλλως τε οὐκ ἠδύναντο ἕκαστοι κατὰ ἡγεμόνα τοὺς ἱππέας ἔχειν ἐπὶ τοῦ δεξιοῦ κέρως, μιᾶς παρατάξεως ἐξ ὅλων οὕσης καὶ συνεχοῦς. [*](AB=) σὺν ἵπποισιν καὶ ὄχεσφι] βραχὺ διασταλτέον εἰς τὸ “ὄχεσφι·” κοινὸν γὰρ τὸ “στῆσεν.ʼ”

[*](B=)

299. κακοὺς δʼ ἐς μέσσον ἔλασσεν] ἵνα μιμοῖντο τοὺς ἔμπροσθεν καὶ ὑπὸ τῶν ὄπισθεν ἐπείγοιντο. ἤτοι δὲ τοὺς πάντων κακοὺς ἢ τοὺς τῶν πεζῶν· οἳ δέ, ὅτι ἐν τοῖς δύο τάγμασι τοὺς κακοὺς ἐμέσασεν.

301. ἵπποισιν μὲν πρῶτα] ἐπειδὴ μεταβαίνει εἰς ἄλλην φά- λαγγα, οὐκ ἐπάγει τὸν δέ.

[*](B=)

302. σφοὺς ἵππους ἐχέμεν] ἐπὶ τόπῳ τὰς φάλαγγας πολεμεῖν καὶ μὴ διαλύειν τὸ στῖφος. θαυμασίως δὲ τὸ λιποτακτεῖν ἀνεῖλε μηδὲ τοῖς ἀριστεῦσιν ἐάσας τρόπον ἐκτροπῆς· ἴσον γὰρ ἑκάτερος τῇ οἰκείᾳ ἀπουσίᾳ λυμαίνεται τὴν τάξιν.

[*](A~B=)

303. μηδέ τις ἱπποσύνῃ τε] ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν 〈μέτεισιν⟩.

[*](A+ B=)

306. ἕτεῤ ἅρμαθʼ ἵκηται] τὰ τῶν πολεμίων. εἰ γὰρ ἐπὶ τῶν ὁμοφύλων, εἶπεν ἂν ‘ἄλλα·’ πολλαὶ γὰρ αἱ τάξεις.

[*](B=)

307. *ἔγχει ὀρεξάσθω] ἐκ τοῦ παρεπομένου· οἱ γὰρ ἀποθνή- σκοντες ἐκτείνονται.

[*](B-)

ἔγχει ὀρεξάσθω, ἐπειὴ πολὺ φέρτερον οὕτως] αἱρετώτερον ὡς πρὸς μεῖζον κακόν. καὶ ἀλλαχοῦ “ κακῶν δέ κε φέρτερον εἴη ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι” (Od. 12. 109).

[*](B=)

308. ὧδε καὶ οἱ πρότεροι πόλιας καὶ τείχεʼ ἐπόρθουν] τρία παρεί- ληφε χρήσιμα, διάταξιν, ἀπειλήν, ζῆλον. §. Νικάνωρ δὲ ἀπὸ τοῦ “ὧδε [*](A+) καὶ οἱ πρότεροι” τοῦ ποιητοῦ φησιν.

[*](B=)

310. πάλαι πολέμων εὖ εἰδώς] καὶ πρὸ τῶν Ἰλιακῶν εὐτυχήσας τὴν πεῖραν τῶν πολεμίων.

[*](B=)

313. ὦ γέρον, εἴθʼ ὡς θυμός] ἁρμόζουσαν τῷ γήρᾳ ποιεῖ τὴν εὐχήν· τιμᾶ οὖν αὐτὸν εὐχῇ.

[*](B=)

*“θυμός” ἡ προαίρεσις.

[*](A+ B-)

315. γῆρας—ὁμοίιον] καὶ θάνατος ὁμοίιος (Od. 3. 236) καὶ “νεῖκος ὁμοίιον (Il. 4. 444) τὸ ὁμοίως πᾶσι χαλεπὸν καὶ κοινῇ ἐπερχόμενον.

316. * κουροτέροισι] τοῖς σου νεωτέροις.

[*](A+ B=)

319. ὣς ἔμεν, ὡς ὅτε δῖον] Πύλιοι πρὸς Ἀρκάδας ἐπολέμουν περὶ [*](3. βραχύ om. A ‖ 8. ἐπεὶ μὴ ‖ 15. supplevi ex B ‖ 21. εἴς καὶ ἐξ ἑταίρους ‖ 24. νικᾷ δὲ: corr. W ‖ 27. post πολ. suppl. W ἔ λαβεν)

147
ὅρων γῆς· γίνεται δὲ αὐτοῖς συμβολὴ περὶ τὸν Ἀκίδαντα ποταμόν· Ἐρευθαλίωνος δὲ τοῦ Ξανθίππου προτρεπομένου τὸν βουλόμενον Νέστωρ ἀντιστὰς ἐνίκησεν. ὑπὸ δὲ τῆς ἡδονῆς ἐκπεπήδηκε τοῦ περιορισθέντος χωρίου· ὅθεν Ἀρκάδες Ἐρευθαλίωνα μᾶλλον ἔφασαν νικᾶν τὸν μὴ ἐξελθόντα τοῦ τόπου· καὶ συμβαλόντες ἐκ δευτέρου περιγράφουσι χυρίον, καὶ ἀναιρεῖται ὑπὸ Νέστορος· καὶ θάψαντες αὐτὸν ἐπέγραψαν τῷ σήματι “ἐνθάδʼ Ἐρευθαλίωνα φίλοι περὶ τύμβον ἔθηκαν, Ἀρκαδίης βασιλῆς, γένος ἔξοχον Ἀμφιδάμαντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.” ἱστορεῖ Ἀρίαιθος.

ὡς ὅτε δῖον Ἐρευθαλίωνα] καὶ φιλόμυθος ὢν ὁ γέρων ἄκρως [*](B=) κατεμέτρησε τὸν καιρόν· ἑξῆς δὲ αὐτὸν πληροῖ.

Ἐρευθαλίωνα κατέκτα] μετὰ τοῦ ν ἐκτεταμένως· ἀπὸ γὰρ τοῦ [*](A+ B-) κτῆμι β΄ ἀόριστος ἔκτην καὶ δωρικῶς ἔκταν.

320. * πάντα] λείπει τὸ ἡδέα.

321. εἰ τότε κοῦρος ἔα] οὐκ εἶπεν, εἰ τότε ἰσχυρὸς ἦν, νῦν [*](B=) εὔβουλός εἰμι, διὰ τὸ φορτικόν· ἀντὶ δὲ τῶν ἀρετῶν τὰς ἡλικίας ὑπήλλαξεν. §. τὸ δὲ “ἔα᾿ ἀπὸ τοῦ ἦν διῄρηται, ὡς ἧδε ἕαδε ἥλη ἑάλη.

322. *ἱππεῦσι μετέσσομαι] οὐ γὰρ δύναται πεζὸς μάχεσθαι διὰ [*](B=) τὸ γῆρας.

323. * βουλῇ καὶ μύθοισι] ὑπηρετεῖ γὰρ ὁ λόγος τῇ βουλῇ. [*](B=) τὸ γὰρ γέρας ἐστί] ἐν τούτῳ γὰρ προέχουσιν οἱ γέροντες.

324. *αἰχμὰς δʼ αἰχμάσσουσι] ἀπὸ μέρους τὸ πᾶν φησιν.

[*](B=)

327. Μενεσθῆα πλήξιππον]καὶ “Ἀθηναῖοι μήστωρες ἀυτῆς” (328)· [*](A=) οὐκ ἐπεξεργάζεται δὲ τὸ τακτικὸν τοῦ Μενεσθέως· ἠρκέσθη γὰρ Νέστορι.