Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

356. τὸν 〈δ᾿⟩ ἐπιμειδήσας] τῷ σχήματι καὶ τῷ λόγῳ θεραπεύει [*](B=) τὸν Ὀδυσσέα.

357. ὡς γνῶ χωομένοιο] ἀντὶ τοῦ χωόμενον.

πάλιν δʼ ὅ γε λάζετο μῦθον] εἰς τοὐναντίον μετήγαγε τὸ “καὶ σὺ [*](B=) κακοῖσι δόλοισι κεκασμένε” (339).

359. οὔτε σε νεικείω περιώσιον] περισσόν, πλέον τοῦ Μενεσθέως.

[*](A+ B=)

362. ὄπισθεν ἀρεσσόμεθα] ληψόμεθα εἰς ἄρεσίν τε μετάξομεν. [*](B=) τεχνικὸν δὲ τὸ ὁμολογεῖν ὑπὸ τῆς ὀργῆς εἰς τὰ μὴ δέοντα ἐξῆχθαι.

365. εὗρε δὲ Τυδέος υἱὸν—ἑσταότα] ζηλωτὴς γὰρ Ὀδυσσεὺς [*](B=) Διομήδους· καὶ πικρότερον δὲ αὐτοῦ ἅπτεται, ἐπεὶ καὶ ἐφʼ ἁρμάτων ἵστατο· ὃ συνιεὶς καθήλατο. ηὐτρέπιστο μὲν πρὸς τὴν μάχην, ἀνέμενε δὲ Ὀδυσσέα.

367. * Ἰακῶς τὸ “ἑστήκει.”

371. τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας] τὰς διόδους τῶν φα- λάγγων.

[*](11, 12. μεθειέμεν ‖ 15. ἤν κʼ ἐ. ‖ 17. τηλεμάχου ‖ 25. λοβόμεθα ‖ 29. καθήλλατο.)
150

τί δʼ ὀπιπεύεις] τινὲς περιέργως εἰς τὸ “ὀπιπεύεις” στίζουσιν· εἶτα τὸ ἑξῆς “πολέμοιο γεφύρας 〈οὐ μὲν Τυδέι γʼ ὧδε φίλον πτω- σκαζέμεν ἦεν〉.”

[*](B=)

372. οὐ μὲν Τυδέι γʼ ὧδε] τὴν ὕβριν μειοῖ ὁ ἔπαινος τοῦ πατρός· ἡδέα γὰρ τὰ τῶν πατέρων ἐγκώμια λεγόμενα. ξενικωτέρας δὲ διαλέξεις [*](B=) βούλεται εἰσαγαγεῖν. §. ἢ ἐν κεφαλαίοις μὲν εἴρηται, τῇ δὲ ποιήσει ἐπιτέταται.

[*](B=)

375. οὐδὲ ἴδον] ἀπὸ κοινοῦ τὸ “πονεύμενον.” δῶμεν δὲ τὴν ἀδολε- σχίαν τῷ τεταραγμένῳ Ἀγαμέμνονι.

[*](B=)

377. ξεῖνος ἅμʼ ἀντιθέῳ] ξένος καὶ ὁ δεχόμενος καὶ ὁ δεχθείς· “ξεῖνος γάρ μοι ὅδʼ ἐστί” (Od. 8. 208)· πρόξενος ὁ ὑπὸ πόλεως ἠξιωμένος ὥστε ἐν τῇ σφετέρᾳ προίστασθαι αὐτῆς· ἰδιόξενος, ὡς ὁ Μέντωρ τῷ Τηλεμάχῳ· ἀστόξενος ὁ ἐκ προγόνων ἐπιχώριος, ὡς Ἀτρεὺς Φρυξὶ καὶ Τεῦκρος Τρωσίν· δορύξενος, ὡς Γλαῦκος καὶ [*](A+) Διομήδης. §. γράφεται δὲ καὶ “κεῖνος.”

378. ἱερὰ πρὸς τείχεα Θήβης] διὰ τὸ μουσικῇ γεγενῆσθαι.

380. καὶ ἐπήνεον ὡς ἐκέλευον] ἀντὶ τοῦ παρεκάλουν· “ἔνθε δʼ ἔπειτα, ἄναξ, κέλομαι” (Od. 11. 71).

381. ἀλλὰ Ζεὺς ἔτρεψε] ἠρέμα ἀπολογεῖται· ἄτοπον γὰρ ἦν προτρέπειν, συμμαχίας μὴ μεταδέδωκεν.

παραίσιμα σήματα φαίνων] παρὰ τὴν αἶσαν· ἢ αἴσια περὶ ζωῆς ἡμῖν φαίνων παρέτρεψεν.

[*](B=)

382. ἠδὲ πρὸ ὁδοῦ ἐγένοντο] ἔμπροσθεν τῆς ὁδοῦ, ὅ ἐστιν εἰς [*](B=) Θήβας. §. τινὲς δὲ εἰς τὸ “ἐγένοντο” στίζουσι καὶ τῷ “λεχεποίην” τὴν τελείαν παρέχονται, πλεονάζειν λέγοντες τὸν “δέ.”

[*](A+ B=)

383. λεχεποίην] παρὰ τὸ λέχος ἢ τὸν λόχον.

384. ἀγγελίην ἐπὶ Τμδῆ] “Υμδῆ” ὡς “ἀλλʼ Ὀδυσῆ ποθέουσα” (Od. 19. 136) καὶ “Μηκιστῆ δʼ ἕλε Πο〈υ〉λυδάμας” (Il. 15. 339).

386. βίης Ἐτεοκληείης] ἴσως ἐπὶ τυραννίδι.

388. μοῦνος ἐὼν πολέσιν] καὶ μόνος καὶ πολλοῖς.

[*](B-)

389. ἀεθλεύειν προκαλίζετο] μετὰ τὸ δεῖπνον γὰρ οἱ ἀγῶνες· “νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρήσωμεν” (Od. 8. 100). καὶ Πηνελόπη τὸ τόξον μετὰ τὸ δεῖπνον τίθησιν.

[*](5. λεγόμενα B: λέγειν ‖ 16. θήρης ‖ 17. iteratur *ὡς ἐκέλευον] ὡς παρεκάλουν ‖ 26. τὸν λόγον ‖ 27. ὀδυσσῆ)
151

προκαλίζετο] ἴσως ηὐτέλιζον τοὺς Ἀργείους διὰ τὸ βραχὺ αὐτοῦ· διὸ [*](B=) 〈τοῦ μώμου ἑαυτὸν⟩ ἀπαλλάξαιθέλων 〈καὶ〉τοὺς οἰκείους τοῦτο ἐποίει.

391. κέντορες ἵππων] ἔνθεν καὶ εὐάρματον τὴν Θήβην φησὶν ὁ Πίνδαρος (fr. 207).