Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

190. 〈ἐπι〉μάσσεται] μῶ μαίω μάω ὡς νῶ ναίω νάω, ἀφʼ οὗ καὶ ὁ μαστὸς καὶ ἡ μάσταξ.

191. φάρμακα] τὰ φέροντα ἄκεσιν. εἴρηται δὲ ἀπὸ τῶν ἀνθῶν· [*](AB=) [*](1. αὐτοῖς ‖ 2. λεγόμενα ‖ 3. αἱ δʼ ‖ ἀνεστρεμένης ‖ περιόδου pro τύχης A ‖ 13. iteratur *εὐρεῖα] ἀντὶ τοῦ εὐρέως ‖ 17. ἄτοπον ‖ μαλθα- κευόμενον ‖ 24. προσῆπτε ‖ 27. ὑπάρχει ‖ 29. αἰ ἀ. τ. εἰ: :—: corr. W)

140
καὶ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὸ ἐκ τῆς βαφῆς στομοῦν φαρμάσσειν φησίν (Od. 9. 393).

[*](B-)

192. θεῖον κήρυκα] ἐπεὶ Διός εἰσιν ἄγγελοι· ἢ ὅτι ἐκ τοῦ Ἑρμοῦ κατάγεται τὸ γένος τῶν Κηρύκων.

[*](B=)

193. ὅττι τάχιστα] ποιητικόν, ὅσον τάχος Ἀττικοί, ὡς τάχος ἡ συνήθεια.

[*](B=)

Μαχάονα] οὐ μεταπέμπεται ἄμφω, ὅτι ὃ μὲν περὶ 〈τὰ〉 τραύ- ματα ἦν, ὃ δὲ περὶ τὰ ἄλλα νοσήματα.

[*](B=)

194. φῶτʼ Ἀσκληπιοῦ υἱόν] οὐ περιττὸς ὁ στίχος, ἐλπίδα ὑπο- καίων τῆς σωτηρίας Μενελάῳ ὡς ἀγαθοῦ ἰατροῦ τυγχάνειν μέλ- λοντι.

[*](B=)

195. ὄφρα ἴδῃ Μενέλαον] θορυβούμενος πέρα τοῦ δέοντος φέρεται· οὐ περιττὸς οὖν ὁ στίχος τὸ “ὅν τις ὀιστεύσας, μιμούμενος τὸ ἦθος τῶν τεταραγμένων.

196. τόξων εὖ εἰδώς] ἀντὶ τοῦ εἰδήμων.

198. * εὐδ᾿—ἀπίθησεν] ἀντὶ τοῦ ἠθέλησεν.

[*](B=)

199. βῆ δʼ ἰέναι] τὸ “βῆ δὲ θέειν” ἀνοίκειον τῷ παπταίνοντι· οὐδὲ τὴν ἔφοδον δὲ αὐτοῦ ἐσιώπησεν.

[*](AB=)

200. παπταίνων] 〈ὄπτω〉 πέτω πτῶ πταίω παπταίνω. §. παντα- [*](B=) χόσε ῥίπτων τοὺς ὀφθαλμούς.

[*](A+)

205. *ἴδῃ] ἄνευ τοῦ σ.

[*](B=)

207. Τρώων ἢ Λυκίων] “Τρώων” πρὸς σύστασιν τῆς μάχης. “Λυκίων” ὡς ἀρίστων συμμάχων.

[*](B=)

τῷ μὲν κλέος, ἄμμι δὲ πένθος] οὐ διακόνου ὁ λόγος, φίλου δὲ καὶ συμπαθοῦς· τὴν ἀπὸ παντὸς γὰρ προσώπου εὔνοιαν εἰς Μενέλαον συνίστησιν ὁ ποιητής. τοὐναντίον δὲ ἐπὶ Ἀλεξάνδρῳ.

[*](B=)

208. τῷ δʼ ἄρα θυμόν] περιεῖλεν αὐτοῦ τοὺς λόγους διὰ τὴν σπουδήν.

211. * βλήμενος] ἀπὸ τοῦ ἐβλήμην.

[*](B=)

ἀγηγέραθʼ ὅσσοι ἄριστοι] ταῦτα τὰ δύο ἔπη τὰ μὲν πράγματα οὐ λυπεῖ περιγραφόμενα, ἀπόλ〈λ〉υσι δὲ τὴν ἔμφασιν· ἐμφαντικὸν γὰρ τὸ τοὺς φίλους ἀγωνιῶντας περιεστάναι.

[*](AB+)

212. κύκλος] οὕτως Ἀρίσταρχος· καὶ λείπει τὸ ὡς. Ἡρωδιανὸς δὲ “κυκλοσε.

[*](8. ἦν B: εἶχεν ‖ 12. ὄφῤ ‖ 15. δʼ εὖ ‖ 19. supplevi ex B)
141

ἰσόθεος φῶς] διὰ τὴν τέχνην· ὑπὸ γὰρ τοῦ Ἀπόλλωνος τὴν τοι- [*](B-) αύτην 〈δε〉διδαγμένος ἦν τέχνην.

213. αὐτίκα δʼ ἐκ ζωστῆρος] καλῶς παραχρῆμα αὐτὸν ἔχεσθαι [*](B=) τοῦ ἔργου φησίν.

214. 〈τοῦ δʼ ἐξελκομένοιο〉 πάλιν ἄγεν ὀξέες ὄγκοι] “πάλιν ἄγεν” [*](A + B=) εἰς τοὐπίσω ἀνεκάμφθησαν. εἰ δὲ στίξομεν εἰς τὸ “πάλιν,” δύναται ‘εἰς τοὐπίσω ἑλκομένου καὶ εἰς τοὐπίσω ἀνακαμπτομένου ἐν τῇ ἐμπήξει ἐκλάσθησαν.’ ἄδηλοι δὲ ἦσαν συνεσφιγμένοι ἕως ἀφείθησαν.

217. πικρὸς ὀιστός] τὸ τοῦ πληγέντος πάθος ἐπὶ τὸ τῆς ὀδύνης [*](B=) αἴτιον μετήγαγεν.

218. αἷμ᾿ ἐκμυζήσας] τῷ μὴ πυῶσαι καὶ ἐμποδίσαι πρὸς τὴν [*](B =) ἀπούλωσιν.

ἤπια φάρμακα] τρεῖς φαρμάκων ἰδέαι· ἐπίπαστα, ὡς ἐπὶ [*](AB=) Μενελάου· χριστά, “ἰοὺς χρίεσθαι χαλκήρεας” (Od. I. 262). πότιμα, ὡς ἐπὶ Ἑλένης (Od. 4. 220). §. καὶ τρεῖς βελουλκίας [*](AB=) οἶδεν, ἐξολκήν, ὡς ἐπὶ Μενελάου· ἐκτομήν, ὡς ἐπʼ Εὐρυπύλου (Il. 11. 844)· διωσμόν, ὡς ἐπὶ Διομήδους (Il. 5. 112). §. “ἤπια” δέ, διότι [*](B=) νευρώδεις οἱ τόποι καὶ αἰσθητικοί· διὸ οὐ προσίεται τὰ δάκνοντα.

219. τά οἱ ποτὲ πατρὶ —πόρε Χείρων] οὐκ ἐκεῖνα, ἀλλὰ τὰς [*](B=) δυνάμεις αὐτῶν Ἀσκληπιῷ δέδωκεν.