Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

159. καὶ δεξιαί] “δεξιαί” ἴσως ἐγένοντο κατὰ τὸ σιωπώμενον. ἢ 〈διὰ) τὸ δέξασθαι τὰς τρίχας.

[*](B=)

161. *τελεῖ] ἀντὶ τοῦ τελέσει.

[*](B-)

σύν τε μεγάλῳ ἀπέτισαν] λείπει ‘κακῷ·’ παρὰ τὸ “ μεγάλων ἄτερ ἰσώσασθαι” (Arat. Phaen. 658).

[*](B=)

162. σὺν σφῇσιν κεφαλῇσι] εὐσεβὲς τὸ δι᾿ ἑαυτῶν καὶ τῶν φιλτάτων προσδοκᾶν τὴν τίσιν· ἀπὸ μέρους δὲ αὐτοὺς 〈δηλοῖ〉.

163. εὖ γὰρ —τόδε οἶδα] τελεία· ἀσύνδετος γὰρ ὁ λόγος.

[*](B=)

164. ἔσσεται ἦμαρ] τούτοις προτρέπεται πολεμεῖν τοὺς ἀκού- οντας.

[*](B=)

ὅταν ποτʼ ὀλώλῃ] ἀπόληται, οὐχ ὑπʼ αὐτοῦ πάντως, ἀλλʼ ὑφʼ ἑτέρων· φησὶ γοῦν “καί κεν ἐλέγχιστος πολυδίψιον” (171). §. τὸ δὲ “ὀλώλῃ” ὑποτακτικὸς παρακείμενος χρόνος.

[*](B=)

167. αὐτὸς ἐπισσείῃσιν] ἀντὶ τοῦ μέλλοντος τοῦ ἐπισείσει. [*](B=) ἐρεμνὴν αἰγίδα] σκοτοποιόν· φησὶ γοῦν “Ἴδην δὲ κατὰ νεφέε〈σ〉σι κάλυψεν” (Il. 17. 594).

[*](B=)

169. ἀλλά μοι αἰνὸν ἄχος] ἠθικῶς οὐκ εἶναί φησιν ὄφελος ἑαυτῷ, εἰ οὗτος μὲν ἀπολεῖται, ὕστερον δὲ Τρῶες δίκας τίσουσιν· περιπαθῶς δὲ τοὔνομα πάλιν ἀνακαλεῖται τοῦ Μενελάου.

[*](B=)

171. καί κεν ἐλέγχιστος] διὰ τί; ὅτι Ἕλληνες μὲν ἄπρακτοι ἐπανελεύσονται, Τρῶες δὲ κερτομήσουσι τὸν Ἀγαμέμνονα, Μενέλαος ἐπὶ ξένης σαπήσεται, ἀτελὴς ἡ μάχη μενεῖ. τεχνικῶς δὲ διʼ ὧν ἀπολοφύρεται, ὡς καταλειφθησόμενος ὑπὸ τῶν συμμάχων, εἰ ὁ Μενέλαος ἀποθάνοι, κατέχειν αὐτοὺς πειρᾶται, 〈καὶ〉 μὴ τεθνηκότος τοῦ Μενελάου.

[*](B-)

πολυδίψιον] πλεονασμῷ τοῦ δ, ὡς “ἐνδίεσαν” (Il. 18. 584). [*](A+ B-) §. “πολυδίψιον” πολυπόθητον ἀπὸ τῆς δίψης, ἢ πολυβλαβὲς διὰ [*](B=) τὴν ἧτταν.

[*](B=)

173. κὰδ δέ κεν εὐχωλήν] κινητικὸν ἡ τῶν ἐχθρῶν εὐημερία.

176. ὑπερηνορεόντων] ὑπερηφανο〈ύν〉των· ἡ γὰρ ὑπὲρ ἄνδρα δύ- [*](B=) ναμις ὑβριστὰς ποιεῖ.

177. τύμβῳ ἐπιθρῴσκων] ὅσον ἐφʼ ἑαυτῷ βαρεῖαν αὐτὴν τῷ [*](9. αὐτοὺς B; ἑαυτοὺς ‖ 20. τίσωσιν ‖ 34. αὑτὴν τῶν νεκροποιῶν εἴγε)

139
νεκρῷ ποιῶν, εἴγε ἡμεῖς κούφην αὐτὴν αὐτοῖς εὐχόμεθα εἶναι. παρα- τέταται δὲ τὸ πάθος, ἐπὶ ζῶντι καὶ παρόντι λεγόμενον.

178. οἴθ᾿ οὕτως ἐπὶ πᾶσι] χρήσιμον ἀνεστραμμένης τύχης ὑπό- [*](AB=) δειγμα.

*τελέσειʼ] ἀντὶ τοῦ τελέσειεν εὐκτικῶς.

179. * ἅλιον] ἁλίως.

181. σὺν κεινῇσιν νηυσί] κεναῖς τῶν συστρατευομένων ἢ τῶν [*](A- B=) λαφύρων ἢ τῶν ἡρπασμένων· ἢ περιπαθῶς κενὰς αὐτὰς καλεῖ, ἐν αἷς ὁ Μενέλαος οὐ πλεῖ.

λιπὼν ἀγαθὸν Μενέλαον] ἢ κατʼ εἰρωνείαν, ὡς ἀπὸ τῶν Τρώων, ἢ [*](B=) ὡσεὶ πατέρα τις θάψας λέγοι “ἀγαθὸν πατέρα ἀπώλεσα·” οὐ το- σοῦτον γὰρ τὰ τοῦ γένους ὅσον τὰ τῶν τρόπων ἀγαπητά.

182. εὐρεῖα χθών] ἀντὶ τοῦ εὐρέως, ὡς τὸ “λῦσεν ⟨δʼ⟩ ἀγορὴν [*](B-) αἰψηρήν” (Od. 2. 257) καὶ “ταχέες δʼ ἱππῆες ἄγερθεν ” (Il. 23. 287).

183. τὸν δʼ ἐπιθαρσύνων] τοιοῦτός ἐστιν, ὡσεὶ νοσῶν υἱὸς παρα- [*](B=) μυθοῖτο γονεῖς. ἄτοπος δὲ 〈ἂν⟩ ἦν μαλθακευόμενος Μενέλαος, ἐκείνων οἰκειουμένων τὴν αἰτίαν τοῦ θανάτου αὐτοῦ.

184. *μηδέ τι πω] οὐ ‘πού.’

μηδέ τι πω δειδίσσεο] 〈μὴ⟩ εἰς φυγὴν παρακάλει τὸν λαὸν διὰ [*](B=) τοῦ ἐμοῦ θανάτου.

185. οὐκ ἐν καιρίῳ] τῷ κούφῳ τῆς πληγῆς ἐπικουφίζει τὴν [*](B=) λύπην τοῦ ἀδελφοῦ.

187. ζῶμά τε] τοῦτο προσῆπται τῷ θώρακι· καὶ “ζῶμα φαεινόν” [*](A+) (Od. 14. 482) διὰ τὸν χαλκόν.

καὶ μίτρη] ἡ μίτρα ἔσωθεν ἐριώδης ἐστὶ περὶ τὴν ἐπιφάνειαν [*](AB=) χαλκῆ ὑπάρχουσα.

189. αἰ γὰρ δὴ οὕτως εἴη] εἰκότως θαρσυνθεὶς οὐ μηκύνει τὸν [*](B=) λόγον. §. οὐδέποτε δὲ παρὰ τῷ ποιητῇ τὸ εἰ ἀντὶ τοῦ εἰ γάρ.