Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

221. τόφρα δʼ ἐπὶ Τρώων στίχες] διὰ τί οἱ Τρῶες, εἴπερ κατα- [*](B=) θέσθαι τὸν πόλεμον ἐβούλοντο, οὐκ ἐζήτουν τὸν βαλόντα, ἀλλʼ εὐθὺς ὁρμῶσιν ἐπὶ τὰ ὅπλα; ὅτι ᾤοντο βουλῇ τῶν βασιλέων πεπρᾶχθαι τὴν παράβασιν· καὶ εἰ μὲν τέθνηκε Μενέλαος, κρατήσειν Ἑλλήνων διὰ τὴν ἐπʼ ἐκείνῳ λύπην κατεπτωκότων, εἰ δὲ μή, κἂν φθάσαι ἀόπλοις αὐτοῖς ἐμπεσόντες. πῶς δὲ πάλιν ὁ Ἕκτωρ οὐκ ἐζήτησε τὸν βαλόντα; ὅτι οὐκ ἦν ἀναλαβεῖν τὸ πταῖσμα ἅπαξ Μενελάου τρωθέντος.

222. οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν] συνῳκείωσε τὸν λόγον τῇ τῶν [*](B=) ὁπλιζομένων σπουδῇ. §. συσταλτέον τὸ “ἔδυν·” πληθυντικὸν γάρ ἐστι [*](A+ B=) συγκοπὲν ἀπὸ τοῦ ἔδυσαν, ὡς τὸ “ἀλλήλοισιν ἔφυν” (Od. 5. 481). [*](1. ἀπὸ ‖ 4. sequithur τρεῖς βελουλκίας οἶδεν, ἐξολκήν, ὡς ἐπὶ Μενελάου, ἐκτομήν, ὡς ἐπὶ Εὐρυπύλου (Il. 11. 844), διωσμόν, ὡς ἐπὶ Διομήδους ( Il. 5. 112). τρεῖς φαρμάκων ἰδέαι, ἐπίπαστα, ὡς ἐπὶ Μενελάου· χριστά, “ἰοὺς χρίεσθαι” (Od. 1. 262)· πότιμα, ὡς ἐπὶ Ἑλένης (Od. 4. 220). cf. schol. 218 ‖ 7. καὶ B: ἢ ‖ τοὐπίσσω ‖ 8. κεκλασμένοι ‖ 18. cf. schol. 213 ‖ 26. ἐμπεσεῖν ‖ 29. συνῳκείωσε B; συνοικείωσιν)

142
αἱ δὲ τοιαῦται συγκοπαὶ λῆξιν ἔχουσι τὴν παράληξιν τῆς γενικῆς τῆς μετοχῆς. ἀπὸ τῆς δύντος φύντος ἔδυν καὶ ἔφυν.

[*](B=)

223. ἔνθʼ οὐκ ἂν βρίζοντα] τότε καταπεσὼν τῇ φιλαδελφίᾳ νῦν ἀνοιστρεῖται τῇ προθυμίᾳ, καὶ νῦν πρακτικὸς καὶ τότε συμπαθής· ἐπειδὴ γὰρ τὸ παράδοξον τῆς παραβάσεως εἰς ἀθυμίαν αὐτοὺς ἐκάλει, διεγείρει αὐτούς. προσευκτικὸν δὲ λίαν εἰς Ἀγαμέμνονα τὸν ἀκροατὴν ποιεῖ.

[*](B=)

ἔνθʼ οὐκ ἂν βρίζοντα] ὑπεραποφαντικὸν τοῦτο, ὅ ἐστι κατα- φατικόν. τὸ δὲ “βρίζοντα” ἀναπαυόμενον ἢ ἡσυχάζοντα· ὁμοίως δὲ καὶ τὸ “οὐκ ἐθέλοντα” ὑπεραποφαντικόν.

[*](B=)

226. ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα] τῇ φιλοπονίᾳ τοῦ σώματος δυσωπεῖ τοὺς ὁρῶντας, ὥς που φησὶν “ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα” (Il. 10. 70)· ἐκκόπτει τε πᾶσαν ὑπόνοιαν δειλίας· ἄλλως τε γελοῖος ἦν καὶ ἐπαχθὴς ἀπὸ τῶν ἁρμάτων διαλεγόμενος τοῖς Ἕλλησιν.

[*](A+ B-)

228. Πειραίδαο] Πείραιος Πειραιδης, καὶ ἐν διαστάσει τοῦ ῑ Πειραίδης, ὡς Ἀλκαΐδης.

[*](B=)

229. τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν] ἔδει γὰρ 〈αὐτοῖς τὴν〉 δύναμιν, εἰς τὴν μέλλουσαν ταμιευόμενος μάχην.

[*](A+)

235. οὐ γὰρ ἐπὶ ψευδέσσι] Ἀρίσταρχος ἐπιθετικῶς ὡς σαφέσι· [*](B=) Ἑρμαπ〈π〉ίας προσηγορικόν, ὡς βέλεσι. §. στρατηγικὸς δὲ ὁρᾶται, ὃς τῇ αἰτίᾳ τῆς ἀθυμίας ἐλπίδα νίκης ὑπέγραψεν. ἐν βραχεῖ δὲ προὔτρεψε, δύο προβαλών, θεοῦ βοήθειαν καὶ λαφύρων ἐλπίδα. §. ἡ δὲ “ἐκί” πρὸς τὸ “ἀρωγός.”

[*](B=)

236. * πρότεροι] καὶ οὗτοι γὰρ παρὰ τοὺς ὅρκους ποιοῦσιν· ἐκεῖνοι δὲ ἦρξαν.

[*](A+)

238. *〈ἡμεῖς δέ〉] “ἡμεῖς” ἄνευ τοῦ δέ.

[*](B=)

240. οὕστινας αὖ μεθιέντας] εἰκὸς γὰρ ἐνίους ἀγνοεῖν τὸ πραχθέν.

[*](B=)

241. χολωτοῖσιν] τοῖς ἀπὸ χολῆς ἢ εἰς χολὴν ἄγουσιν.

[*](A-B=)

242. ἰόμωροι] οἳ μὲν ἰῶν φύλακες ἐν πλεονασμῷ τοῦ μ· ἐπονεί- διστον δὲ τὸ μόνον τοξεύειν. ἀμέλει εἰδὼς οὐ χρῆται. οἳ δὲ περὶ ἰοὺς [*](4. νῦν οὖν πρακτικὸς: corr, W ‖ 8. schol. cum praecedenti coniunctum ‖ 16. Πειραιῶς Πειραάδης καὶ ‖ 18. supplevi ex B ‖ 19. ταμιευόμενος B; ταμιεύεσθαι ‖ 20. ὡς ἀφέσει ‖ 22. τὴν αἰτίαν ἀθυμίας ἐλπίδα ν. ἐπέγραψεν B, τὴν αἰτίαν ῥαθυμίας ἐλπίδι ν. ὑπέγραφεν: corr. W ‖ 27. δέ A: μέν)

143
πεπονημένοι· ἢ περὶ τὴν μάχην καὶ τὸν πόλεμον ἀναστρεφόμενοι. §. τετάρακται δὲ τῇ Μενελάου λύπῃ.

243. τεθηπότες] εἰκὸς γὰρ ἐπὶ τῷ παραδόξῳ ἐκπεπλῆχθαι [*](B=) αὐτούς.

ἠύτε νεβροί] πρόχειρον γὰρ εἰς φυγὴν ἔλαφος· καμοῦσαι δὲ [*](B=) ἀλλήλαις ἐμπεπληγμέναι ἵστανται “ἠύτε νεβροί·” καὶ τὸ ἀπὸ τῆς ἡλικίας προσέλαβεν.

*τὸ “νεβροί” διχῶς.

245. * οὐδʼ ἄρα τίς σφι] σὺν τῷ σ τὸ “τίς.”

246. 〈ἕστητε)] ἀντὶ τοῦ ἵστασθε, ὡς “ἐπίδρομον ἔπλετο τεῖχος” (Il. 6. 434).

247. ἦ μένετε Τρῶας] ἀνδρ〈ε〉ίας παρασκευαστικὸν σωτηρίας [*](B=) ἀπόγνωσις.

σχεδὸν ἐλθέμεν] καὶ εἰς τὸ “ἐλθέμεν” καὶ εἰς τὸ “θαλάσσης” [*](AB=) βραχεῖα διαστολή.

249. ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσῃ χεῖρα Κρονίων] ἐπεὶ [*](B-) ἔλεγεν “οὐ γὰρ ἐπὶ ψεύδεσσι” (235) καὶ “αὐτὸς ἐπι〈σ〉σείῃσι” (167), συμβουλεύει τὸν οἰκεῖον πόνον προσεπεισφέρειν ὑπηρετοῦντας τῇ τοῦ θυμοῦ βουλήσει· καἰ τὸ τραγικὸν “αὐτός τι νῦν δρᾶ, χοὕτως δαίμονας κάλει· τῷ γὰρ πονοῦντι χὠ θεὸς συλλαμβάνει” (Eurip. Hipp. fr. 435 Ν.). τοῦτο οὖν πρῶτος Ὅμηρος εἶπεν.

251. ἦλθε δʼ ἐπὶ Κρήτεσσι] ἀντὶ τοῦ πρὸς Κρῆτας· καὶ “ἐπʼ [*](A - B=) ἄνθεσιν” (Il. 2. 89) ἀντὶ τοῦ πρὸς ἄνθη· οὓς δὲ κατέλεξεν ἡ Ἑλένη (Il. 3. 166), τούτους πάλιν ἡμῖν δηλοῖ· καὶ ὃ παρέλιπεν ἐκεῖ, τοῦτο ὧδε ἀναπληροῖ.

οὐλαμὸν 〈ἀνδρῶν)] συστραφέντων] ἀπὸ τῆς εἰλήσεως.

[*](A~)

253. συῒ εἴκελος] διώκειν οὐ δύναται ὡς μεσα[ιπό]λιος· ἢ ὅτι [*](B=) δεύτερον λέοντος 〈σῦς〉. Αἴας δὲ καὶ Ἀγαμέμνων καὶ Ἀχιλλεὺς εἰς λέοντος εἰκόνα φέρονται ἀλκιμωτάτου ζῴου.

254. πυμάτας ὤτρυνε φάλαγγας] οὐκ εἶπε συνῆν αὐταῖς, ἀλλʼ [*](B=) οἱονεὶ ἔρεισμα αὐτῶν 〈ἦν〉. ἦσαν οὖν οἳ μὲν ἐχόμενοι ἔργου, οἳ δὲ παρασκευαζόμενοι· τὸν πλέονα δὲ πόνον ἀναδέχεται καὶ τὸ τιμιώ- τερον ἐξίστησι τῷ βασιλεῖ. τινὲς δὲ πύματα τὰ ἀριστερὰ τῆς παρατάξεως.

[*](1. ἢ οἱ π. ‖ 2. τετ. —λύπῃ post πεπον. scripta ‖ 8. τὸ νεβρὸν ‖ 19. δρῶν εἶτα δ. Nauck ‖ 20. καὶ θεὸς Nauck ‖ 26, 27. sustulit bibliopega ‖ 28. λέοντα ‖ supplevi ex B ‖ 31. οἱονεὶ scripsi: οἷον εἰς)
144
[*](B=)