Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

137. *ἔρυμα] Ζηνόδοτος καὶ Ἀριστοφάνης “ἔλυμα.”

[*](A+)

138. ἥ οἱ πλεῖστον ἔρυτο] διὰ τί μᾶλλον αὕτη τοῦ θώρακος [*](B=) [*](27. ἔστιν B: διὰ)

136
συνεργεῖ πρὸς ἀσφάλειαν; ὅτι δυσπαθέστερα τῶν ἀντιτυπούντων τὰ ὑπείκοντα.

[*](A+ B=)

139. *ἀκρότατον] ἀντὶ τοῦ ἄκρου· χρὼς γάρ ἐστιν ἡ ψιλὴ τοῦ σώματος ἐπιφάνεια.

[*](B=)

140. αὐτίκα δʼ ἔρρεεν αἷμα] ἴσως φλὲψ ἦν λυθεῖσα· καὶ διὰ μὲν τοῦ κελαινοῦ τὴν χροιάν, διὰ δὲ τοῦ νέφους τὴν σύστασιν· “νέφος εἵπετο πεζῶν” (274). ἐπεξεργάζεται δὲ τὴν πληγήν, ὅπως τὴν Ἀγαμέμνονος ὑποφήνῃ διάθεσιν.

[*](A+ B -)

ἐξ ὠτειλῆς] οὕτω τὴν ἀπὸ δόρατος μόνην πληγὴν καλεῖ, εἰ μὴ ἄρα τῷ γενικωτέρῳ χρῆται, ὡς τὸ “ἀλλʼ οὐ γάρ σε θέλω βαλέειν” (Il. 7. 242).

[*](A+)

*ὠτειλῆς] νῦν ἡ ἀπὸ βέλους.

[*](B=)

141. ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα] ὄψιν ἡμῖν γραφικὴν παρέστησεν. θαυμάζεται δὲ παρὰ Λάκωσι λευκὸς χρὼς καὶ ξανθὴ κόμη· διὰ τοῦτο καὶ Τρῶες μαλθακὸν αὐτὸν οἴονται· ἐπὶ παντὸς γὰρ ζῴου τὸ μελάγ- χροόν ἐστιν ἰσχυρότερον.

[*](B=)

φοίνικι μιήνῃ] φοινικῷ ἄνθει, ὃ ἀπὸ τῆς πρίνου συλλέγουσι [*](B=) Τροιζήνιοι. §. μιήνῃ” δὲ ἑνώσῃ παρὰ τὴν μίαν, ἢ βάψῃ· μιάμματα γὰρ τὰ βάμματα.

[*](B=)

142. * Μῃονίς] ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς.

[*](A+)

* Κάειρα] τινὲς 〈ἐκ τοῦ Καῖρα Κάιρα〉 διῃρῆσθαι, οἳ δὲ 〈ὡς〉 ἀπὸ τοῦ φαίνω φαείνω· καὶ ὁ λόγος δὲ τὴν δίφθογγον ἀπαιτεῖ.

παρήιον ἔμμεναι] τὴν γνάθον γὰρ παρηίδα φησίν. §. τὸ δὲ [*](A+) “ἵππων” ἀντὶ ἑνικοῦ· οἳ δὲ “ἵππω” δυϊκῶς.

[*](B -)

143. κεῖται δʼ 〈ἐν〉 θαλάμῳ] θάλαμος ὁ οἶκος· πρὶν γὰρ ὅτε δὴ θάλαμος ἡ ἀποθήκη· “ὅθι νητὸς χρυσός” (Od. 2. 338)· ὁ κοιτών· “Τηλέμαχος δʼ ὅθι οἱ θάλαμος” (Od. 1. 425)· ὅθεν “θαλαμη- πόλος” (Od. 7. 8).

[*](B=)

* πολέες τέ μιν ἠρήσαντο] πολλοὶ μὲν οἱ ἐπιθυμοῦντες, βασιλεὺς δὲ ἐπέτυχεν.

[*](B=)

145. *ἀμφότερον] ἐπίρ〈ρ〉ημα· οὐ γάρ ἐστιν ἑνικὸν τοῦ ἀμφότεροι.

[*](B=)

ἐλατῆρι δὲ κῦδος] μεγαλοπρεπέστερον γὰρ ἀποφαίνει τὸν ὀχού- μενον.

[*](3. τ. ἁπλοῦ, cf. A ‖ 17. ὃν ‖ πρόνου ‖ 18. τροινίοι ‖ ἑνώσει ‖ βάψει ‖ 20. τοῦ μαόνες ‖ 21. suppl. W ex A ‖ 22. φαίνω φαΐνω ‖ δει ‖ 23. παρηιάδα: corr. W ‖ 27. δʼ ἠιόθι 31. ἑνικοῦ τοῦ ἀμφότερον)
137

146. τοῖοί τοι, Μενέλαε] ἀντὶ τοῦ τοῖον. §. περιπαθῶς δὲ ἐπιμένει [*](B=) τῇ ἀποστροφῇ ὁ ποιητής.

[*](B=)

147. Νικάνωρ τὸ “εὐφυέες” τῷ “ μηροί” προσάπτει, οἱ δὲ ὑπομνη- [*](AB-) ματισταὶ τῷ “κνῆμαι.” καὶ Πείσανδρος “ξανθοκόμης μέγας ἦν, γλαυκόμματος, ἄρτι παρειὰ λοχμάζων εὔκνημος.”

148. ῥίγησεν δʼ ἄῤ ἔπειτα] 〈δείκνυσι〉 τοῦ μὲν τὸ φιλάδελφον, εἰ [*](B=) 〈πρὸ〉 τοῦ τετρωμένου αἴσθεται, τοῦ δὲ τὸ καρτερικόν· ἐπίσης δὲ ἄμφω ἀσχάλ〈λ〉ουσιν, ὃ μὲν τοῦ ἀδελφοῦ, ὃ δὲ τοῦ πλήθους χάριν.

149. ὡς εἶδεν μέλαν αἷμα] τὸ μὲν γὰρ ἐξ ἐπιπολῆς κατʼ ἀρχὰε [*](B-) φερόμενον πυ〈ρ〉ρόν ἐστι, τὸ δὲ ἐκ βάθους μέλαν· ἢ διὰ τὸ παγῆναι.

* εἶδεν] ἀντὶ τοῦ ᾔσθετο· πῶς γὰρ ἑώρα τὸ ἐμπεπηγὸς τῇ [*](B=) παντευχίᾳ;

150. * ῥίγησεν δὲ καὶ αὐτός] κοινῇ λέξει χρησάμενος ἐπʼ ἀμφοῖν [*](B=) τὸ ἴσον δέους ὑπέφηνεν.

152. * ἐνὶ στήθεσσι] φαίνεται τὸ ἡγεμονικὸν περὶ τὰ στήθη [*](B=) εἰδώς· ἐκεῖ γοῦν ἀθροισθῆναι τὸν λογισμόν φησιν.

153. * βαρὺ στενάχων] ἠθικὸν καὶ περιπαθές· ηὔξηται δὲ τὸ [*](B=) “βαρύ” 〈τῷ〉 “οἶον προστήσας” (156).

154. χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δʼ ἑταῖροι] ἄφελε [*](B=) τὸν στίχον, καὶ οὐ βλάψεις τὴν σαφήνειαν, ἀπολέσεις δὲ τὴν ἐνάρ- γειαν, ἥτις ἐμφαίνει τὴν Ἀγαμέμνονος συμπάθειαν καὶ τὴν τῶν συναχθομένων ἑταίρων διάθεσιν.

155. φίλε κασίγνητε] περιπαθῶς αὐτῷ διαλέγεται.

[*](B+)

156. οἶον προστήσας] μεταφορικῶς ἀπὸ τῶν θυμάτων ἅπερ προϊ- [*](B-) στῶσι τῶν βωμῶν, ὡς καὶ παρὰ Νέστορι “προὔχοντο ἑκάστοθι —ταύρους” (Od. 3. 8).

*πρὸ Ἀχαιῶν] οἶκτον ἅμα καὶ σπουδὴν κινεῖ τοῖς Ἀχαιοῖς.

[*](B=)

157. ὥς σʼ ἔβαλον Τρῶες] μετʼ ἀγανακτήσεως εἴρηται· διὸ καὶ [*](B=) ἀπὸ ἄλλης ἀρχῆς ἐστιν. συνασχά〈λ〉λων δὲ τῇ πληγῇ οὐ παραμυ- θεῖται.

ὥς σʼ ἔβαλον Τρῶες] ὡς κοινῇ παρασπονδησάντων αὐτῶν, καὶ [*](B=) λόγῳ μὲν τὸ μονομάχιον, ἔργῳ δὲ τὸν δόλον σοφισαμένων.

158. οὐ μέν πως ἅλιον] γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτω- [*](A+B=) [*](1. Μενέλαον ‖ 3. schol. cum praecedenti coniunctum ‖ 4. μ. ἢ γλ. ‖ 5. παρειὰν λαχνάζων coni. Haupt op. 3. 567, παρειὰν Meineke ‖ 6, 7. sup- plevi ex B ‖ 16. εἶδος ‖ 28. ὥστʼ ἔ. ‖ 31. ἔβαλλον ‖ π. τῶν αὐτῶν)

138
κέναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεοὺς τὴν ἐλπίδα, ἄλλως τε καὶ ἐπὶ πολεμίων λαλεῖ.

[*](B=)