Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

448. κατεύνα〈σ〉θεν] ἐπὶ τῶν ἀξιόχρεων γάμων εὐνὴν καὶ φιλότητα [*](B-) ὀνομάζει· ἐπὶ δὲ Πηνελόπης καὶ πλέον τι “λέκτροιο παλαιοῦ θεσμόν” (Od. 23. 296)· ἐπὶ δὲ τῶν παρανόμων μῖξιν “τῇ πρῶτον ἐμίσγοντο πάροιθεν” (? Od. 20. 7).

449. Ἀτρείδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα] τὸν Τρωικόν.

θηρὶ ἐοικώς] ἄγρας ἀφῃρημένῳ, ἐπεὶ καὶ ἄνω (23) ἐπιτυχόντι [*](B=) αὐτὸν εἰκάζει.

450. εἴ που ἐσαθρήσειεν] γελοίως ζητεῖ τὸν ἀφροδισιάζοντα.

455. *τοῖσι δὲ καί] πλεονάζει ὁ “καί”

456. Τρῶες καὶ Δάρδανοι] εἰς δύο γὰρ ἡ Τρώων ἀρχὴ διῄρητο [*](B+) ἀπὸ Ἀσσαράκου καὶ Ἴλου· Γανυμήδης γὰρ ἥρπαστο.

457. νίκη μὲν δὴ φαίνετο] ὑπερέβη γὰρ τὸ μετρητὸν〈καὶ〉 καλού- [*](AB=) μενος ἄπεστιν. καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος φωνὴν ἐπίκου- ρον, “εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ” (284). Ἀχαιοὶ δὲ τὴν Ἕκτορος. “ὁππότερος δέ κενικήσῃ” (71)· καὶ γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια. διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου.

458. ὑμεῖς δʼ Ἀργείην Ἑλένην] τὴν προσήκουσαν Ἀργείοις.

[*](B+)

461. ὣς ἔφατʼ Ἀτρείδης, ἐπὶ δʼ ᾔνεον—Ἀχαιοί] Τρῶες σιωπῶσιν, [*](B=) οὔτε τῶν βασιλέων καταγινώσκοντες οὔτε τοῦ διπαίου.