Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

478. ὄμματα καὶ κεφαλήν] ἱκανὸν μὲν ἑνὶ θεῷ εἰκάζειν αὐτόν. ὃ δὲ τρεῖς παρέλαβεν, ἑκάστου τὸ διαπρεπὲς ἐκλεξάμενος, τοῦ βασι- λέως μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικόν, Εν〈ν〉οσιγαίου δὲ τὸ ἰσχυρόν· τὸ δὲ κόσμιον τῆς παντευχίας ὅμοιον Ἄρει· οἱ δὲ τὸ ἀξιωματικόν, τὸ γεραρόν, τὸ πολεμικόν.

[*](AB =)

ὄμματα καὶ κεφαλὴν ἴκελος Διί] 〈συγ〉γραφεῖς μὲν τὸ ἀληθὲς μεταδιώκουσι, τραγικοὶ τὸ σεμνότερον, κωμικοὶ τὸ ἔλασσον, ἅπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστι, κωμῳδία μὲν ὡς ἐπὶ Θερσίτου, 〈συγ〉γραφικὴ δὲ ὡς ἐπὶ τοῦ “τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς” (Il. 9. 209)· ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος νῦν καλλίων τῆς ἀληθινῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται.

[*](B =)

480. ἠύτε βοῦς ἀγέληφι] πῶς μετὰ θεοὺς βοὶ παρέβαλε τὸν Ἀγαμέμνονα; ἔνιοι μὲν οὖν φασιν ὅτι τοῖς μὴ δυναμένοις τὴν θείαν νοῆσαι φύσιν ἀπὸ γνωρίμου ζῴου παρέλαβε τὴν εἰκόνα, ὡς νοητῆς οὔσης τῆς προτέρας παραβολῆς καὶ ἐπὶ τὴν αἰσθητὴν καὶ ὁρατὴν ἐλθών· ἔστι δὲ εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκασε βαδίζοντι διʼ ἀγέλης, ὅπερ ἐστὶ ζῷον ἡγεμονικώτατον. τὴν αὐτὴν δὲ ταύτην εἰκόνα Ὀδυσσεῖ προσθεῖναι θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ μέγεθος ἐμείωσεν, ἀρνειῷ παρεικάσας αὐτόν. ἐπειδὴ δὲ ἐν τῇ πρώτῃ [*](10. ἀδινάων ‖ 23. κ. Διὶ εἴκελε ‖ 23 et 26 supplevi ex B)

95
μάχῃ οὐ πλεονεκτήσει Ἀγαμέμνων, κατὰ τὴν ἔξοδον αὐτὸν κοσμεῖ· οὐ γὰρ ἔδει εὐτυχεῖν, ἵνα δεηθῇ Ἀχιλλέως.

μέγʼ ἔξοχος ἔπλετο πάντων] πάντων,” τῶν ἄλλων ταύρων. εἰ μὴ [*](B=) γὰρ ἐπαρθείη, οὐ γίνεται κήλων. ἐπεὶ δὲ τὸ “βοῦς” καὶ “ἔξοχος” κοινὰ τῷ γένει, προσῆψε τὸ “ταῦρος.”

482. τοῖον ἄρʼ Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ] ἐπεὶ ἄπιστα τὰ [*](B=) τῶν εἰκόνων προσήρτησεν Ἀγαμέμνονι, πρῶτον μὲν αὐτὰ τῇ θείᾳ δυνάμει πεπίστωται, ἔπειτα πρὸς μίαν ἡμέραν συμβῆναί φησιν.

484. 〈ἔσπετε〉] ψιλωτέον· ἀπὸ γὰρ τοῦ ἔπω τοῦ σημαίνοντος τὸ [*](A=B +) λέγω, κατὰ πλεονασμὸν τοῦ σ. §. ὁ δὲ λόγος· ἔσπετε νῦν μοι Μοῦσαι, [*](AB=) οἵτινες ἡγεμόνες Δαναῶν· ἀρχοὺς γάρ φησιν νηῶν ἐρέω, πληθὺν δὲ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδὲ ἐὰν δεκαπλασίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον τοῦτο. §. γράφεται δὲ καὶ “ἔνσπετε” ἀπὸ τοῦ ἐνίσπετε, ἐπεὶ καὶ “ἔνισπες” φησίν (Il. 11. 186).