Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

469. ἠύτε μυιάων] πρὸς τὸ ἐπιθυμητικὸν τοῦ αἵματος. ἐπάγει γοῦν “τόσσοι ἐπὶ Τρώεσσιν.”

[*](B-)

*ἀδινάων] ἀθρόως ἱπταμένων, ἢ τῶν λεπτῶν μυιῶν.

[*](B -)

470. αἵ τε κατὰ σταθμόν] τὴν ἔπαυλιν· καὶ “σταθμὸν ἔχουσα καὶ εἴριον” (Il. 12. 434) καὶ “σταθμοῖιν ἑκάτερθε” (Od. 6. 19). τρία οὖν δηλοῖ ἡ λέξις· τῷ δὲδυσώδει καὶ τῷ θάλπει τῶν ἐρίωναὔξονται αἱ μυῖαι.

[*](B +)

ἠλάσκουσιν] οὐ γὰρ διατέταται τῶν μυιῶν ἡ πτῆσις, ἀλλὰ περὶ τὸν αὐτὸν εἰλεῖται τόπον· ὡς πλανώμεναι οὖν εἰσιν.

[*](A B -)

474. τοὺς δʼ, ὥς τʼ αἰπόλια πλατέα] διεσκεδασμέναι γὰρ νέμονται. ἐπὶ δὲ προβάτων “ἀδινά” (Od. 1. 92) ἔφη καὶ “αἳ μέν τʼ ἀγχη- στῖναι” (Il. 5. 141).

[*](B =)

τοὺς δ᾿, ὥς τʼ αἰπόλια] ὅταν αἰπόλια πολλὰ ἀλλήλοις ἀνα- μιχθῇ νεμόμενα, ἀπαλλαττόμενοι περὶ τὴν ἑσπέραν οἱ αἰπόλοι ἕκαστος ἐπιλαμβάνεται τράγου, ᾧ τὸ οἰκεῖον ἕπεται αἰπόλιον. εὐπειθὲς δὲ ἀεὶ τὸ Ἑλληνικόν.

476. *τούς] ἐπανείληφε τὸ ἄρθρον.

*διεκόσμεον] ἀπὸ κοινοῦ τὸ “διεκόσμεον.”

[*](A B =)