Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. θεοί τε καὶ ἀνέρες] ὅτι μετὰ θεὸν ἄνθρωπος· καὶ ἀπὸ τοῦ ἀνδρὸς τὸ πᾶν γένος.

[*](20. κεῖον ‖ 23. suppl. W ‖ 24. δεῖται B ‖ 26. πρὸς ὁ A: πρὸς οὖ ‖ 30. inscriptionem addidi: B Ὁμήρου Ἰλιάδος textui inscriptum)
57

ἱπποκορυσταί] οὓς ἀγρυπνεῖν ἔδει διὰ τὴν τοῦ πολέμου πρόνοιαν· [*](B=) οἳ δὲ τοὺς βασιλεῖς ἤκουον.

2. Δία δʼ οὐκ ἔχε] καὶ πῶς φησιν “ἔνθα καθεῦδʼ ἀναβάς;” [*](A-B=) λύοιτο δʼ ἂν κατὰ λέξιν· τὸ γὰρ εὕδειν ἰαύειν κοιμᾶσθαι καὶ ἐπὶ ψιλῆς ἀνακλίσεως λαμβάνει, “ πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον” (Il. 9. 325) καὶ “Εὐρυνόμη δʼ ἂρ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. ἔνθ᾿ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτʼ ἐγρηγορόων” (Od. 20. 4). ἢ οἱ μὲν ἄλλοι παννύχιοι εὗδον, ὁ δὲ Ζεὺς οὐ παννύχιος.

νήδυμος] Ἀρίσταρχος δύνω δύμος καὶ ἐν ἐπεκτάσει “νήδυμος.” [*](A+B=) ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός· οὐ γὰρ παρὰ τὸ ἡδύς. λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἳ δέ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθὺς παρὰ τὴν νηδύν, ἢ ἀνώδυνος. ὅτι δὲ μετὰ τοῦ ν φησὶ “νήδυμος ἀμφιχυθείς” (Il. 14. 253).

3. ἀλλʼ ὅ γε μερμήριζε] ἐμερίμνα. διδάσκει δὲ μηδὲν ἀπερι- [*](B-) σκέπτως ποιεῖν· ὅτε γὰρ ἀμελεῖ, ἁλίσκεται, ὡς ἐν τῇ Ξ ἀπατᾶται ὑπὸ Ἥρας, καὶ ἐπὶ Ὀδυσσέως “στάσκεν, ὑπαὶ δὲ ἴδεσκεν” (Il. 3. 217), καὶ πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδος, εἰ πρακτέον, νῦν δὲ τὸ πῶς πρακτέον.

ἀλλʼ ὅ γε μερμήριζε] ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νύξ· τοὺς [*](A-) δὲ ἄρχοντας οὐ παννυχίζειν δεῖ καὶ παντὶ τρόπῳ τὰς ὑποσχέσεις πληροῦν. διὰ τοῦτο οἳ μὲν τοῦ Διὸς δεηθέντες καθεύδοντες πεποί- ηνται, ἀγρυπνῶν δὲ ὁ ὑπεσχημένος προτιμῆσαι Ἀχιλλέα.

μερμήριζε] εἰς μέρη ἐμερίζετο· καὶ διάνοια μὲν ἡ ἑδραία, μέριμνα [*](B=) δὲ ἡ μεριζομένη.

4. τιμήσειʼ] τοῦτο εὐκτικόν, τὸ δὲ “ὀλέσῃ” ὑποτακτικόν. §. στικ- [*](AB=) τέον δὲ ἐν τῷ “νηυσὶν ⟨Ἀχαιῶν⟩·” μόνους γὰρ τούτους ἀνελεῖν ἤθελεν· [*](AB=) διό φησιν “ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν” (Il. 16. 780), ὥστε διωχθῆναι μέχρι νηῶν.

5. ἢ δέ οἱ] πολλὰ προσκεψάμενος ταύτην εὗρε χρειώδη βουλήν. [*](AB=) ἔστιν οὖν ὡς τὸ “αἱ δεύτεραί πως φροντίδες σοφώτεραι” (Eur. Hipp. 436) καὶ “ἕτερος δέ με θυμὸς ἔρυκεν” (Od. 9. 302).

6. οὖλον] τοῦτο κατὰ συμπάθειαν, ὡς “οὐλομένην” (Il. 1. 2), [*](A+B-) [*](8. post παννύχιος add. sec. ἀλλʼ ἐπʼ ὀλίγον ‖ 9. ᾿A. δὲ νώδυμος ‖ 13. ἀμφιχύθη ‖ 16. ἐπί scripsi: ὑπό ‖ ὑπαιδείδεσεκ ‖ 22. ἀγρυπνεῖν δὲ ὁ ὑπισχημένος ‖ 23. iteratum διάνοια μέριμνα ad v. 1 ‖ 25. τιμήσει (textus τιμήσῃ) ‖ ὀλέσει (textus ὀλέσῃ) ‖ 26. ναυσί ‖)

58
καὶ ἵνα ποθοῖμεν 〈μαθεῖν⟩ τί εἴργασται ὁ οὖλος ὄνειρος· Ἕκτορι δὲ Ἶρις πέμπεται, ἀλλʼ οὐχὶ νῦν, ὅπως μὴ πρὸ τοῦ καταλόγου ἡ ναυμα- χία γίνηται· ἢ “οὖλον” τὸν ἀσαφῆ καὶ ὕπουλον, εἰ μὴ ἄρα τὸν μαλα- κὸν λέγει, ἐπεὶ καὶ πρὸς αὐτὸν διαλεγόμενος οὕτω φησὶν “οὖλε” (8) —καὶ Τρῶας γὰρ ἀπώλεσε θαρρήσαντας ὑπομεῖναι τὸν Ἀχιλλέα, ποιητικὸν δὲ τὸ πλάσσειν ὀνείρους—ἢ τὸν ἐπʼ ὀλέθρῳ πεμπόμενον, ἢ τὸν ὁλόκληρον, ὡς τὸ “οὖλέ τε καὶ μέγα χαῖρε” (Od. 24. 402). *καί μιν φωνήσας] τὸ “μίν” τριγενές· νῦν ἀρσενικόν. θηλυκὸν δέ, ὡς τὸ “καί μιν ἔτισʼ, ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη” (Od. 7. 67)· καὶ οὐδέτερον, ὡς τὸ “νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃ φορέουσιν” (Il. 1. 237), τὸ σκῆπτρον.

[*](A+B-)

8. βάσκ᾿ ἴθι] Ἡρωδιανὸς μὲν τὸ “ἴθι” ἐνεστῶτός φησι νῦν, Ἐπα- φρόδιτος δὲ ἀορίστου, Τυραννίων δὲ ὑφʼ ἕν, ὡς ἄπιθι. ἄμεινον δὲ ταυτολογίαν εἶναι, ἐμφαίνουσαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ “ἔλθοι καὶ ἵκοιτο” (Od. 17. 539) καὶ “ὣς ἔφατʼ ἔκ τʼ ὀνόμαζε.” καὶ πάνυ σφόδρα φασὶν Ἀττικοί. δύναται δὲ τὸ ἴθι καὶ ἐπίρ〈ρ〉ημα παρακελεύσεως εἶναι ἀντὶ τοῦ ἄγε, ὡς τὸ “ἴθ᾿ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν” (Soph. Ai. 1003).

[*](A+B=)

9. ἐλθὼν ἐς κλισίην] ἀσύνδετος καὶ ἀρχοντικὸς ὁ λόγος.

[*](B=)

10. πάντα μάλʼ ἀτρεκέως] διδάσκει τοὺς ἀγγέλους μὴ περισσὸν τῶν ἀκουομένων περιεργάζεσθαι.

ἀγορευέμεν] Ἀττικῶς φάσκει μηκύνας᾿. §. “ἐπιτέλλω” δὲ ἀντὶ τοῦ ἐπιστέλλω. §. θωρήσ〈σ〉εσθαι καὶ κορύσσεσθαι ἀπὸ τῶν ἡγεμο- [*](B=) νικῶν, ὡς “ὄμματα καὶ κεφαλήν— Ἄρει δὲ ζώνην” (478)· καὶ ὁπλίζεσθαι δέ που φησὶν ὁ ποιητής.

[*](B=)

11. *θωρῆξαί ἑ] ἐγκλιτέον τὴν ἕ.

[*](B=)

κάρη κομόωντας] κομῶσι γὰρ Λάκωνες, ἀφʼ ὧν τὸ πᾶν Ἑλληνικόν, ἢ διὰ τὸ πρὸς τοὺς πολεμίους βλοσυρόν, ἢ πρὸς τὸ 〈μὴ⟩ ὁμοιοῦσθαι τοῖς βαναύσοις, ἢ διὰ τὸ μὴ θλίβεσθαι ταῖς κόρυσιν· Τρῶες γὰρ τιάρας ἐφόρουν. Σκύθαι δὲ πρῶτοι ἐκείραντο· διὸ ἀπεσκυθισμένοι. §. καρηκομόωντες ἕκαστος τὸ ἴδιον κάρη, ὡς “ἀπὸ βλεφάροιιν ὀλώλει” (Il. 10. 138).

κομόωντας] διαιρέσει. §. “κάρη κομόωντας,” ἕκαστος τὸ ἴδιον. §. ὅτι οἱ Τρῶες τιάρας ἐφόρουν.

[*](1. supplevi ex B ‖ 3. γένηται ‖ 22. φάσκειν ‖ ἐπιτέλλων ‖ 23. ἐπιστέλ- λων ‖ 27. ἐφ᾿ ‖ 32. ὠλώλει ‖ 33. schol. scriptum ad v. 1)
59

12. νῦν γάρ κε] τὸ “νῦν” τοὺς τρεῖς χρόνους δηλοῖ· “νῦν γὰρ δὴ [*](AB-) γένος ἐστί” (Hes. Opp. 176) “νῦν ὤλετο πᾶσα” (Il. 13. 772)· “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει” (Il. 20. 307). ⟨. . .⟩οὐ γὰρ δὴ διὰ τὸ “ πανσυδίῃ,” οὐδʼ εἰ γὰρ τὸ Θεσσαλικὸν ἐστράτευσεν, ἐπόρθει, “οὐδʼ ὑπ᾿ Ἀχιλῆος.” š§. τὸ δὲ ἀνά παρὰ τὸ ἄγω.

13. *ἀμφίς] χωρίς.

14. ἐπέγναψεν γὰρ ἅπαντας] δῆλον ἐξ ὧν φησι περὶ Ἄρεος “ὃς πρῴην μὲν ἐμοί” (Il. 5. 832)· καὶ ⟨Ἥρα⟩ Ἀπόλλωνι “αἰὲν ἄπιστε” (Il. 24. 63).

19. ἀμβρόσιος] ἥδιστος αὐτῷ ἐστιν ὁ ὕπνος διὰ τὴν ἀνάπαυσιν [*](B=) τοῦ λοιμοῦ, ἐπεὶ ἐν ταῖς χρείαις δεῖ ἀγρυπνεῖν.

20. ὑπὲρ κεφαλῆς] ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν αἰσθήσεων [*](A+B=) φθεγγόμενος πλησίον· αἱ πλείονες δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν.

Νηληίῳ υἷι] ὡς συμβούλῳ καὶ φιλεταίρῳ, ὡς Ναυσικάᾳ καὶ [*](B-) Πηνελόπῃ. §. τὸ δὲ υἷι διχῶς.

21. μάλιστα γερόντων] τῶν ἐννέα τιμίων, ἐν οἷς καὶ Διομήδης [*](A+) καὶ Αἴαντες.

23. εὕδεις] ταῦτα πρὸς τὸ πεῖσαι· “ἐσθλὸν” γὰρ “καὶ [*](B=) τὸ τέτυκται” (Il. 15. 207)· ἀλλʼ οὐδὲ Νέστορι εἰκασθῆναι ἐκελεύσθη.

δαΐφρονος] συνετοῦ, παρὰ τὸ δαῆναι, ὡς “δαίφρονι Πηνελοπείῃ·” [*](B=) ἐκὶ δὲ Τυδέως πολεμικοῦ (Il. 5. 181). §. δυσωπεῖ δὲ τοῖς ἐγκωμίοις [*](B+) τοῦ πατρός, τοὐναντίον “οὐ χρή” (24). ἢ ὅτι ἡ πατρωνυμία τοὺς εὐγενεῖς ἥδει· τῶν δὲ οἰκείων ἐστὶ τὸ ἐγκαλεῖν.

25. *μέμηλε] διὰ φροντίδος ἐστίν.

[*](A=)

26. ξύνες ὦκα] αὔξησιν ἔχει τὸ μὴ πολλὰ εἰπεῖν ἀλλὰ δεῖξαι ὅτι [*](B=) προσοχὴν ἐργάζεται τὸ τοῦ προστάσσοντος ἀξίωμα.

*ξύνες] ἀπὸ τοῦ ξυνίημι.

27. σεῦ ἄνευθεν] ὀρθοτονητέα ἡ σεῦ· ἀντιδιέσταλται γὰρ πρὸς τὸν [*](AB=) Ἀχιλλέα· ἢ ὅτι πρόκειται τοῦ ῥήματος ἡ ἀντωνυμία.

μέγα κήδεται] δυσωπεῖ τοῦτον νυστάξαντα. ἐλεεῖ δὲ διὰ τὸν [*](B=) χρόνον τῆς ξενιτείας, τὸν λοιμόν, τὴν πρὸς Ἀχιλλέα στάσιν.

[*](3–5. turbata ‖ 8. supplevi ex B ‖ 15. καὶ W: ἢ ‖ 22. schol. cum praecedenti coniunctum ‖ 24. ἢ—ἥδει scriptum post πατρός: traiecit W ‖ ὡς ante τοὐναντίον omisi ‖ 30. ὀρθοτονητέον ‖ 32. ἐλεεῖται: corr. W)
60