Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

29. πανσυδίῃ] ἐν δοτικῇ, διὰ τοῦ ν, ὡς “ἀνστήτην” (Il. 1. 305), κατὰ Ἀρίσταρχον.

[*](B=)

νῦν γάρ κεν] ἐκείνη γὰρ ἡ ἡμέρα πεπόρθηκε τὴν πόλιν διὰ τὴν τῶν ὅρκων παράβασιν.

31. *ἐπέγναψεν] ἐπέκαμψεν.

32. *ἐφῆπται] ἐπήρτηται.

[*](B=)

33. *σῇσιν ἔχε φρεσίν] ἀντὶ τοῦ φύλασσε.

[*](B=)

μηδέ σε λήθη] διὰ τοῦτο γὰρ οὐκ ἐᾷ αὐτὸν παννυχίζειν. τῷ γὰρ τέλει τοῦ ὁράματος καὶ ἔγερσις ἕπεται.

[*](B+)

34. ὕπνος ἀνήῃ] διαίρεσις· καὶ Πλάτων “ἐπεὶ ἤδη με ἀνῆκεν ὁ ὕπνος” (Protag. 310 d).

[*](B=)

36. ἅ ῥʼ οὐ τελέεσθαι] διδάσκει ὁ ποιητὴς μὴ ἐπαίρεσθαι ταῖς ὄψεσι τῶν ὀνείρων.

[*](AB+)

ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλεν] ἡ Ζηνοδότειος γραφὴ διὰ τοῦ ε· οἳ δὲ διὰ τοῦ ο.

[*](B=)

38. νήπιος] ὁ Ἀγαμέμνων, ὅτι τὸ νῦν ἐπὶ μιᾶς ἡμέρας ἐνόμισεν.

[*](A=)

*μήδετο] ἐβουλεύετο.

[*](B=)

39. θήσειν γὰρ ἔτι] τὸ ἑξῆς, ἐπιθήσειν ἄλγεα.

[*](B=)

θήσειν γὰρ ἔτι] ἡ προαναφώνησις ἐγερτική· πείθεται δὲ ὀνείρῳ σφαλλόμενος ὑπὸ Διός.

[*](B=)

40. * διὰ κρατερὰς ὑσμίνας] ἀντὶ τοῦ διὰ ὑσμινῶν.

[*](AB=)

41. ὀμφή] ἡ τὸ ὃν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ [*](AB=) ὀνείρου φωνήν. §. ἐμφαντικὸν δὲ τὸ “ἀμφέχυτο” πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι αὐτόν.

[*](B=)

42. ὀρθωθείς] ὀρθωθεὶς ἐκ τῆς ἀνακλίσεως, ὡς τὸ “ὀρθωθεὶς δʼ ἄῤ ἐπʼ ἀγκῶνος” (Il. 10. 80)· καὶ τὸ ἐπὶ γόνατα δὲ ἐρειφθῆναι στῆναί φησιν (Il. 8. 329).

[*](AB=)

ἔνδυνε χιτῶνα] εἴρηται γὰρ χιτὼν τὸ ἱμάτιον παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δέ, ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον.

[*](A+B=)

43. νηγάτεον] ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ νεήγατον νεωστὶ γεγονότα. δηλοῖ δὲ ὁ χιτὼν παρʼ αὐτῷ καὶ τὸν σιδηροῦν.

[*](B+)

μέγα—φᾶρος] τῷ μεγέθει τοῦ ἱματίου καὶ τὸ τοῦ φοροῦντος αὐτὸ συνεμφαίνει μέγεθος. πρεπώδης δὲ στολὴ τῷ ἐπὶ βουλὴν ἐξιόντι, [*](12. ἄῤ ‖ 14. ἀρ ‖ 19. schol. cum praecedenti coniunctum ‖ 25. ὀρθ. γὰρ ‖ 26. ἐνεχθῆναι: corr. W)

61
ἐπὶ δὲ κατασκοπὴν λεοντῆ καὶ δόρυ. ἀφαιρεῖται δὲ τὸν τῦφον ἑαυτοῖς διακονεῖσθαι λέγων· καὶ τί θαυμάσεις Τηλέμαχον ὀρφανόν ὄντα καὶ νησιώτην;

45. ἀργυρόηλον] ἢ παρέλκει τὸ ἐπίθετον, ἢ μεμιγμένους ἔχον χρυσοῦς ἥλους.

46. ἄφθιτον αἰεί] τὸ μηδέπω φθαρέν—οὔπω γὰρ ἦν ὑπὸ Ἡρα- [*](AB=) κλειδῶν ᾑρημένον—ἢ ὅτι ἡφαιστότευκτον. οὐκ ἀκριβολογεῖται νῦν περὶ αὐτοῦ, ἀλλʼ ἑξῆς.

47. *κατὰ νῆας] ἀντὶ τοῦ ἐπὶ νῆας.

48. ἠὼς μέν ῥα] νῦν τὸν ὄρθρον· καὶ τὴν θεάν “ἥρπασεν Ἠώς” [*](B=) (Od. 15. 250)· τὸ ἑωθινὸν κατάστημα “ὄφρα μὲν ἠὼς ἦν” (Il. 8. 66)· τὴν ἀνατολήν “πρὸς ἠῶ τʼ ἠέλιόν τε” (Od. 9. 26)· τὴν ἡμέραν “ἠὼς εἶσι δυσώνυμος” (Od. 19. 571)· τὸν ὄνειρον δὲ εὐθὺς διεδέξατο ἡ ἡμέρα. οἱ δὲ πρὸς ἕω ὄνειροι ἀληθεῖς πεπτομένων τῶν σιτίων.

προσεβήσατο μακρὸν Ὄλυμπον] αἱ γὰρ ἀκρώρειαι πρῶται φωτί- [*](B=) ζονται.

49. Ζηνὶ φόως] φῶς τὸν ἥλιον· τοῦτο〈ν⟩ γὰρ ἀγγέλλει, ὡς καὶ [*](B=) αὐτὴν ὁ ἑωσφόρος. κατʼ ἐξοχὴν δὲ ὁ ἥλιος φῶς λέγεται.

50. *λιγυφθόγγοισι] ὀξυφώνοις.

52. ἠγείροντο μάλʼ ὦκα] πάνυ σπουδαίως διὰ τὸ εὐπειθές· ἢ πευσόμενοί τι περὶ Ἀχιλλέως.

53. βουλὴν δὲ πρῶτον] τὸ κενὸν τῆς συναγωγῆς τοῦ πλήθους ἀνα- [*](A - B=) πληροῖ. φθάνει δὲ τὴν Λακώνων πολιτείαν, βουλὴν γερόντων καὶ δύο βασιλεῖς λέγων. Αἴας, Ἰδομενεὺς [Βοιωτοί·] Φιλοκτήτης, Πρωτεσί- λαος [Λοκροί· Ἠλεῖος] Ἐπειός· [Ἀθηναῖοι] Μαχάων, Εὐρύπυλος, Μενέλαος, Ἀγαμέμνων, Νέστωρ, Ὀδυσσεύς, Διομήδης.

βουλὴν δέ] αἱ πλείους καὶ χαριέστεραι δίχα τοῦ ν ὡς καὶ ἡ [*](A+B=) Ἀριστάρχειος· ἢ δὲ σὺν τῷ ν Ζηνοδότειος.

ἵζε 〈γερόντων⟩] οὐδέποτε ἑνικῶς τὸν ἔντιμον ὠνόμασεν. §. Ἀρίσ- [*](B=) ταρχος δὲ τὸ “ἷξε” ἐκτείνει, ἡ κοινὴ δὲ 〈συ〉στέλλει.

[*](A-B=)

γερόντων] γέροντας συνεχῶς ὁ ποιητὴς τοὺς γερασμίους φησί, [*](AB=) διδάσκων ὅτι δεῖ τοὺς ἡγεμόνας οὐ μόνον καθʼ ἡλικίαν ἀλλὰ καὶ πρὸ ἡλικίας φαίνεσθαι γέροντας τοῖς ἤθεσιν.

[*](1. τὴν λεοντῆν ‖ 7. εἰρημένον ‖ 11. ἡ ἠώς ‖ 18. ante φῶς 4 litt. erasae ‖ 26. ἠλεῖος ἐπειὸν αἰσθῆναι ὧν μαχάων ‖ 28. ὡε W : εἰσὶ ‖ 29. εἰ δὲ σ.)
62
[*](B=)