Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

85. αὖτʼ ἐπὶ τάφρῳ] τινὲς “αὖθι.” §. τὸ δὲ “ἀρτύναντες” (86) καταρτίσαντες Ἀρίσταρχος.

[*](B–)

86. *“διαστάντες” τῶν ἵππων ἢ ἑαυτῶν.

[*](B=)

*“ἀρτύναντες,” οὕτως ἡ γραφή.

87. πένταχα] τοσαῦται γὰρ ἡγεμονίαι Τρώων· οἳ δέ, ἐπεὶ πέντε [*](Β=) ἦσαν πύλαι. ἢ ἵνα ἀνὰ δύο μέσον δορυφοροῖεν Ἕκτορα, ὃ καὶ ἄμεινόν μοι εἶναι δοκεῖ.

[*](10. z. διὰ τοῦ τ τώς A ‖ 13. schol. praecedenti adhaeret ‖ 16. ἠ δέ ὑπο- δείκνυσι B 21. ἐπεὶ μηδέν ‖ ἔχει W; ἔστι || 33. δορυφοροῖεν B: δορυφορεῖεν)
440

ἅμʼ ἡγεμόνεσ〈σ〉ιν ἕποντο] τὸ οὖν “ Εκτορι πάντες ἑπώμεθα” (78) περὶ τῶν ὑφʼ Ἕκτορι τεταγμένων φησίν.

88. οἳ μὲν ἅμʼ Ἕκτορι] ὡς ἐπὶ νεαρῷ ἐγχειρήματι κατάλογον ποιεῖ- ται· εἴωθε γὰρ προανακρούσεις ποιούμενος καὶ τὴν Μοῦσαν καλεῖν ἔσθ’ ὅτε· τὸ δὲ ὅμοιον εὑρήσομεν ἐπὶ τῇ τοῦ Πατρόκλου ἐξόδῳ (Il. 16. 306).

89. οἳ πλεῖστοι καὶ ἄριστοι] οἱ Ἰλιεῖς· οὗτοι γὰρ καὶ τὸ τεῖχος ἔρρηξαν.

[*](B=)

91. καί σφιν Κεβριόνης] ἄκρως ἐπεξει:γάσατο τὴν προθυμίαν Ἕκτορος τὸ μηδὲ τοῦ ἡνιόχου ἀποσχέσθαι ἀλλὰ καὶ τοῦτον παρα- λαβεῖν ὡς ἐπὶ ἀναγκαίαν πρᾶξιν.

92. ἄλλον Κεβριόναο χερείονα] οὐχ ὡς συγκρίσεως οὔσης χείρονα, ἀλλʼ ἀπλῶς λέγει ἥττονα ἐκείνου· αἱ δὲ τοιαῦται διατάξεις καὶ ἐπὶ Πατρόκλου καὶ Αὐτομέδοντος (Il. 16. 219).

93. τῶν δʼ ἑτέρων Πάρις ἦρχε 〈καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ〉] τῶν ὑπὸ τοὺς Μεροπίδας ἄρχουσιν (Il. 2. 831).

τῶν δʼ ἑτέρων] Τρώων δηλονότι· λέγει δὲ ἴσως τῶν Ζελειτῶν.

94. καὶ Δηίφοβος θεοειδής] διὸ Ἑλένη μετὰ τὸν Ἀλέξανδρον αὐτὸν ἐξελέξατο.

95. τρίτος δʼ ἦν Ἄσιος ἥρως] οὗτος καὶ τῶν ἰδίων καὶ τῶν ὑπὸ Ἄδραστον καὶ Ἄμφιον ἄρχει (Il. 2. 831).

[*](B=)

96. Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι] μέλλων αὐτοῦ θρασεῖαν διηγεῖσθαι πρᾶξιν, εἰκότως ἐπεσημειώσατο αὐτὸν διὰ τῶν ἵππων καὶ τοῦ πατρός. §. Ἀρίσβη δὲ πόλις Ἑλλησπόν- του· φησὶν δέ, ὅτι θαρρῶν αὐτοῖς πεζὸς ἧκεν εἰς Ἴλιον. §. “αἴθωνες” δὲ μέλανες ἢ εὐκίνητοι ἢ πυρροί.

99. Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε] ὡς φύλακες διὰ τὸ ὑπονοεῖσθαι αὐτὸν ἐπανιστάμενον τοῖς Πριάμου πράγμασιν· “ἀεὶ γὰρ Πριάμῳ ἐπεμήνιε” (Il. 13. 460).

101. Σαρπηδὼν δʼ ἡγήσατο —ἐπικούρων] διὰ τί οὐ Γλαῦκος ἦρχεν, ἀλλὰ Σαρπηδών; καίτοι Γλαῦκος ἐξ ἀρσένων ἦν. ἢ ἐπεὶ ἀμφισβη- τούντων περὶ βασιλείας πρόκλησις ἦν διατοξεῦσαι δακτύλιον ἐπικεί- μενον στήθει παιδὸς ὑπτίου· καὶ ἡ μὲν ἀδελφὴ τὸν ἑαυτῆς δέδωκεν, ἡ γυνὴ δὲ οὔ· ἢ ἐπεὶ ἀδελφῆς καὶ μοιχευομένης οὐ νοθεύεται τὸ γένος, ἀλλὰ γυναικός.

[*](1. τὸ scripsi: τῷ ‖ 12. λέγειν ‖ 16. schol. praecedenti adhaeret 18. ἐπελέξατο ‖ 22. ἀπεσημειώσατο B ‖ 26. φύλακας ‖ 29. τί μὴ)
441

102. Ἀστεροπαῖον] νεήλυδα ὄντα, ἀπὸ τῆς ὄψεως τὸ εὐγενὲς στοχασάμενος.

104. * ἄλλων] ἐπικούρων δηλονότι.

ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων] ὑπὲρ πάντων· περισσὸς δὲ ὁ “καί.”

105. ἀλλήλους ἄραρον] ἔφραξαν, ἐπύκνωσαν. §. τὸ δὲ “βόεσ- [*](B +) 〈σ〉ιν” ἀπὸ τοῦ πλεονάζοντος· τινὲς γὰρ χρυσᾶς καὶ χαλκᾶς εἶχον [*](B=) ἀσπίδας. §. “ἀλλήλους” ἀντὶ τοῦ ἑαυτούς.

106. * Δαναῶν] ἐξ ἐναντίας.

107. ἀλλʼ ἐν νηυσὶ—πεσέεσθαι] 〈ἐμ〉πεσεῖσθαι ἔλεγον τοὺς [*](B=) Ἕλληνας ταῖς αὑτῶν νηυσίν· πᾶν γὰρ τὸ βουλῇ καὶ δυνάμει προφέρον ἦν τῶν Τρώων.

108. ἔνθʼ ἄλλοι Τρῶες] πάντων ἅμα καὶ πολιτῶν καὶ ξένων [*](B–) πεισθέντων Πολυδάμαντι Ἄσιος ἀποβῆναι τοῦ ἅρματος οὐκ ἠθέλησεν. διαφέρουσι δὲ ἐπίκουροι καὶ σύμμαχοι· ἐπίκουροι οἱ πολεμουμένοις ἥκοντες βοηθοί, σύμμαχοι δὲ οἱ σὺν αὐτοῖς ἐξελθόντες. διὸ ἐπὶ Ἑλλήνων οὔ φησιν ὁ ποιητὴς ‘ ἐπίκουροι.ʼ

110. ἀλλʼ οὑχ Ὑρτακίδης ἔθελε] βαρβαρικὴ ἡ ἀπείθεια. ἕτερος [*](B–) μὲν ἂν ποιητὴς τῷ Πολυδάμαντι ἐποίησε πάντας πειθομένους, ὁ δὲ Ὅμηρος μιμούμενος τὴν ἀλήθειαν ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει. διὰ τί δὲ ἔνα τοῦτον; ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο· μεγάλοι γὰρ ἦσαν· οἷς καὶ θαρρῶν ἀπόλλυται.