Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

55. ἔστασαν ἀμφοτέρωθεν] τοῦτο μὲν τὸ “ἕστασαν” δασυντέον. [*](A+) τὸ 〈δὲ〉ἑξῆς ψιλωτέον, λέγω δὴ τὸ“τοὺς ἔστασαν υἷες Ἀχαιῶν” (56).

ἕστασαν ἀμφοτέρωθεν] ὥστε μήτε τὴν κατάβασιν ῥᾳδίαν εἶναι [*](B=) μήτε τὴν ἔκβασιν.

*ἔστασαν] συστολὴ ἐκ τοῦ ἔστησαν.

57. πυκνοὺς καὶ μεγάλους] “ πυκνούς” εἰς τὸ μὴ μεσάζεσθαι, [*](B=) μεγάλους” δὲ εἰς τὸ μὴ ὑπερβαίνειν.

58. ἔνθʼ οὔ κεν ῥέα] ἠθικῶς δεινοποιήσας τὴν “ῥέα” φησὶ “παρελθεῖν οὐκ ἐνῆν”

59. ἐσβαίη] αἱ Ζηνοδότου καὶ Ἀριστάρχου “καββαίη,” ἐπεί [*](A=) φησι “ καταβήμεναι οὐδὲ μάχεσθαι” (65).

μενοίνεον] ὅρα οὖν τὴν ἀποπληξίαν τοῦ Ἕκτορος.

60. θρασὺν Ἕκτορα] εὔκαιρον τὸ ἐπίθετον.

* Ἕκτορα εἶπε παραστάς] δύναται “παρʼ Ἔκτορα στὰς εἶπεν.’

[*](A+)[*](3. οὐ γὰρ etiam textus: οὔτʼ ἄρʼ B ‖ 6. οὔτʼ ἄρʼ B ‖ τοῦ δὲ B: τὸ δὲ ‖ 11, 12. περάσαι ‖ 14. δἐ ἡ εἰς: suppl. et corr. W || 17. schol. praece- denti adhaeret ‖ Ἀριστοφάνης A ‖ 20. schol. praecedenti abhaeret ‖ 24. μεσσάζεσθαι ‖ 26. ῥέον ‖ 28. ἡ Ζηνοδότειος καὶ Ἀριστοφάνειος A ‖ 31. εὔκαιρον scripsi, εῦκαιρον 〈παρέλαβεν) coni. W: εὐκαίρως)
438

61. Τρώων ἀγοὶ ἢ ἐπικούρων] Τρώων Δαρδανίων καὶ Ζελειτῶν. §. “ἀγοί” δὲ κυρίως οἱ συμμαχίαν ἄγοντες.

[*](B=)

62. ἀφραδέως διὰ τάφρον] οὐκ εἶπε ‘θρασέωςʼ διʼ Ἕκτορα. §. καὶ [*](B=) τὸ “ἐλαύνομεν” δὲ τεχνικόν· καὶ ἑαυτὸν γὰρ συμπεριλαμβάνει ὡς πρόθυμος μὲν ὢν ὑπακούειν Ἕκτορι, διὰ δὲ τὸ ἀσύμφορον ἀποτρέπων τῆς ἐπιχειρήσεως.

διὰ τάφρον ἐλαύνομεν] ἢ διὰ τάφρου ἐλαύνομεν, ἢ ἐπὶ τάφρον, ἵν᾿ ᾖ ἡ “διά” ἀντὶ τῆς ἐπί.

* ἐλαύνομεν] θέλομεν ἐλάσαι.

[*](B–)

64. ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος] ἀπὸ κοινοῦ τὸ “ἑστᾶ- σιν·” ἀλλ᾿ ἐπὶ τοῦ τείχους μεταβάλλεται ὁ ἀριθμός, ἀντὶ τοῦ ἕστηκεν· ἐκ δὲ τοῦ ἐναντίου “ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι, μήστωρες ἀυτῆς” (Il. 4. 328) ἀπὸ κοινοῦ τὸ ‘“ἵσταντο,’ καὶ μεταβάλλεται πάλιν ὁ ἀριθμός.

περὶ δʼ αὐτούς] “προτὶ δʼ αὐτούς,” ἐγγὺς αὐτῶν· πλέον γὰρ ἀπέχει τοῦ τείχους.

[*](B=)

65. οὔπως ἐστὶν —ἱππεῦσιν] ἀλλʼ οὐδὲ πεζοῖς· ἀλλ᾿, ἵνα μὴ περὶ πάντων λέγων παροξύνῃ Ἕκτορα, περὶ μὲν τῶν πεζῶν οὐδὲν λέγει, περὶ δὲ μόνων τῶν ἱππέων προβάλλεται. ἑξῆς δέ φησιν, αὐτοὶ δὲ πρυλέες Ἕκτορι ἑπώμεθ᾿, οἱονεὶ ἂν οὗτος ἀγάγῃ ἡμᾶς, ὡς οὐκ αὐτὸς ἀρεσκόμενος τῇ διόδῳ.

[*](A+)

66. * ἱππεῦσιν] Ζηνόδοτος “ἱππῆας.”

[*](B=)

στεῖνος γάρ] τὸ δυσχερὲς τῶν τόπων οὕτως ὀνομάζει. §. οὐδέ- [*](A+ B–) τερον δέ ἐστι τὸ “στεῖνος, καὶ προπερισπαστέον.

[*](B=)

ὅθι τρώσεσθαι ὀίω] ἐλαττωθήσεσθαι καὶ τραπήσεσθαι· τρώματα 〈γὰρ〉τὰςτροπὰς Ἴωνες καλοῦσιν· καὶ “οἶνός σετρώει” (Od. 21. 293).

[*](A=)

67. * εἰ μὲν γὰρ δή] Ἀρίσταρχος “εἰ μὲν γὰρ τούς.”

[*](B–)

εἰ μὲν γὰρ δὴ πάγχυ] ὡς ἔμφρων —οἶδε γὰρ ὅτι πρόσκαιρός ἐστιν ἡ εὐτυχία — καὶ τοῦ μέλλοντος προνοεῖ. εὔχομαι μὲν γάρ, φησί, τοῦτο εἶναι· ἐννοεῖν δὲ χρὴ καὶ τὸ ἕτερον, ὅτι ἐν τῇ ὑποστροφῇ τὰ δεινότερα πεισόμεθα. ἴσως οὖν καὶ καθόλου τῆς διαβάσεως ἀποτρέπει, ἀλλʼ οὐ τολμᾷ τοῦτο πρὸς τὸν Ἕκτορα λέγειν. ἄλλως τε καὶ ἐκ. παντὸς τὴν διάβασιν πραγματεύεται ὁ ποιητής, κινῆσαι τὸν ἐπὶ ταῖς ναυσὶν ἀγῶνα σπουδάζων.

[*](1. Ζηλειτῶν ‖ 4. ἐμπεριλαμβάνει ut B ‖ 12. ἵσταται ἐκ B ‖ ἑσταῶτες ‖ 23. τὸν δυσχερῆ τόπον B ‖ 26. supplevi ex B ‖ 27. Ἀριστοφάνης A)
439

70. νωνύμους] κατὰ πρόληψιν τῶν ἐσομένων· ἢ ἄνευ ὕμνων, ὅ [*](B +) ἐστιν εὐφημίας τῆς διὰ θρήνων.

72. ἐνιπλήξωμεν] ἀκουσίως ἐμπέσωμεν· “ἕρκει ἐνιπλήξωσιν” (Od. [*](B–) 22. 469).

73. οὐδʼ ἄγγελον ἀπονέεσθαι] ἐπίσταται τὸ μέγεθος τοῦ κινδύνου [*](B=) ἐμφαντικῶς δὲ αὐτὸν παρέστησε διὰ τοῦ περὶ τὸν ἄγγελον διανοή- ματος.

74. ἑλιχθέντων ὑπʼ Ἀχαιῶν] ἡμῶν κυκλωθέντων ὑπὸ τῶν Ἀχαιῶν, [*](B=) ὥστε σκοπὸς αὐτῷ μὴ διαβαίνειν τὴν τάφρον.

75. *ὡς ἂν ἐγώ] Ζηνόδοτος “πῶς ἂν ἐγώ.”

[*](A=)

77. πρυλέες σὺν τεύχεσι] ἡ “σύν” ἀντὶ τῆς ἐν, ὡς τὸ “τὴν μὲν [*](A+) ἐγὼ σὺν νηί τʼ ἐμῇ” (Il. 1. 183)· ἢ στικτέον εἰς τὸ “σὺν τεύχεσι.”

πρυλέες] οὕτω Γορτύντοι.

σὺν τεύχεσι θωρηχθέντες] ὥς ἐσμεν θωρηχθέντες.

Ἕκτορι πάντες ἑπώμεθα] προσαγωγῶς πάνυ ἐπαίρει τὸν στρατηγόν· [*](B=) ἡρέμα δὲ καὶ δείκνυσι τὸν κίνδυνον, ὡς οὐκ αὐτὸς ἀρεσκόμενος τῇ εἰσόδῳ. §. καὶ τὸ “ἀολλέες” δὲ εἰς ἐπίτασιν, ὅτι στῖφος δεῖ τῶν ἀρίστων γενέσθαι, εἰ πρὸς τὸ ἔρυμα τῶν πολεμίων χωρήσειν μέλλο- μεμ.

*δυσαρεστεῖ τῇ εἰσόδῳ Πολυδάμας.

80. ἅδ〈ε δ᾿〉 Ἕκτορι μῦθος] ἐπειδὴ οὐδὲν ἔχει ἄλλο ποιῆσαι, πείθεται νῦν αὐτῷ ὁ Ἕκτωρ· ἀλλαχοῦ δὲ “οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις” (230).

81. αὐτίκα δʼ ἐξ ὀχέων] εἰκότως οὐδὲ ἀποκρίνεται διὰ τὴν ἔπειξιν. [*](B=) §. τὸ δὲ “αὐτίκα” τῆς ἐπείξεως σημαντικόν.

[*](B=)

83. πάντες ὄρουσαν] ἑωρακότες Ἔκτορα σύμψηφον τῇ βουλῇ Πολυδάμαντος.