Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

113. νήπιος, οὐδʼ ἄρʼ ἔμελλε] σημαντικωτάτῳ ὀνόματι χρῆται [*](B–) τῷ “νήπιος” ἐν ταῖς ἀναφωνήσεσιν· “νήπιοι, οἳ κατὰ βοῦς Ὑπερί- ονος” (Od. I. 8), “νήπιος, οὐδὲ τὰ ἤδη” (Il. 2. 38) καὶ ἐπὶ τοῦ κεκοσμημένου τῷ χρνσῷ “ νήπιος, οὐδέ τι οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον” (ib. 873). §. τὸ δὲ “ἔμελλε” ἀντὶ τοῦ ἐῴκει.

114. ἵπποισ〈ιν〉 —ἀγαλλόμενος] τὸ παιδαριῶδες αὐτοῦ ἐσήμανεν ἐν [*](B=) τοιούτῳ καιρῷ καὶ τόπῳ καλλωπιζομένου ἵπποις· παρὰ τὸν καιρὸν οὖν καὶ αἱ χρήσεις τινῶν ἢ βλαβεραὶ ἢ ὠφέλιμοι καθεστᾶσιν.

παρὰ νηῶν] ἔδει ἀπὸ νηῶν· ἡ γὰρ παρά” ἐμψύχων ἐστίν. “παρὰ νηῶν” οὖν ἀντὶ τοῦ ἀπὸ νηῶν. §. στικτέον δὲ εἰς τὸ “ἀγαλλόμενος.”

[*](A+)

116. μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ἔγχεῖ Ἰδομενῆος] τεχνικὸν [*](B=) [*](7. φασὶν ὅτι post γὰρ add. B ‖ περιχρύσους B ‖ καὶ χαλκᾶς om. B ‖ 10. supplevi ex B || 13. ἅμα B: ὅλως ‖ 23. κέχρηται B 26. τῷ γ’ ‖ 29. γὰρ pro οὖν B 30. ἣ ὠ. scripsi, ἤπερ Eust.: καὶ)

442
τὸ καὶ τὴν ἀναίρεσιν προειπεῖν, καὶ ὑφ᾿ ὅτου γενήσεται· οὕτω γὰρ 〈ἂν) ὁ ἀκροατὴς πολυπραγμονοίη καὶ τοῖς ἔμπροσθεν ἐντυχεῖν. §. “δυσώνυμος” δὲ ἡ κακὸν ὄνομα ἔχουσα τὸν θάνατον.

[*](A+ B=)

118. εἴσατο γὰρ νηῶν] ὥρμησεν· ἢ ἐφάνη, “εἴσατο δʼ ὡς ὅτε ῥινόν” (Od. 5. 281)· “εἴσατο” ἔγνω, “εἴσομαι αἴ κʼ ἔμʼὁ Τυδεί- δης (Il. 8. 532)· “εἴσατο” ὥρμησεν, ἀπὸ τοῦ εἶμι· διὸ καὶ ψιλοῦμεν τὴν λέξιν.

[*](B–)

εἴσατο—νηῶν ἐπʼ ἀριστερά] αἰτίαν ἐπάγει τῆς ὑπὸ τοῦ Ἰδο- μενέως ἀναιρέσεως Ἀσίου, ὅτι κατὰ τὸ ἀριστερὸν τῶν νεῶν ὥρμησεν· ὁ γὰρ Ἰδομενεὺς ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ναυ- στάθμου ἐστίν, ὅπου καὶ Αἴας ἐνεώλκει παρὰ τὸ Ῥοίτειον, ὡς δῆλον ἐξ ἐκείνων τῶν στίχων· “ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν, ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω” (Il. 10. 111). εἰ τοίνυν εὑρίσκομεν ὑπὸ Ἰδομενέως ἀναιρούμενον ὡσὰν τῶν Κρητικῶν νεῶν προμαχομένου, δῆλον ὡς ἀκόλουθόν ἐστιν ἐνθάδε τὸ “νηῶν ἐπʼ ἀριστερά.”

τῇ περ Ἀχαιοὶ ἐκ πεδίου νίσσοντο] ἐκεῖ γὰρ ἦν ἡ ἱππήλατος πύλη, διʼ ἧς ἐλαύνειν ἐπεχείρει ὁ Ἄσιος· ἔδει δὲ εἰπεῖν “ εἰς πεδίον νίσσοντ.ʼ “ἐκ πεδίου ” οὖν ἀντὶ τοῦ εἰς πεδίον.

121. * ἐπικεκλιμένας] ἀντὶ τοῦ κεκλεισμένας.

[*](A+ B–)

μικρὸν ὀχῆα] τὸν ἐξ ἑκατέρου μέρους ἐπιβαλλόμενον μοχλόν φησι—“δοιοὶ δʼ ἔντοσθεν ὀχῆες εἶχον ἐπημοιβοί” (455) —ὡς τὸ “τὸν δʼ ἐλατῆρʼ ἀφίει” (Il. 11. 702).

122. ἀναπεπταμένας ἔχον] πρὸς τὸ φιλάλληλον τῶν Ἀχαιῶν· τῷ δὲ Πριάμῳ ἐδέησε τοῦ καὶ παραγγεῖλαι· “πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ, εἰσόκε λαοί” (Il. 21. 531).

ἄλλως: τοῦτο ἀλλαχοῦ δεδήλωκεν εἰπών “πεπταμένας ἐν χερσὶ πύλας ἔχετ᾿, εἰσόκε λαοὶ ἔλθωσι προτὶ ἄστυ (ib.). κατεῖχόν φησιν αὐτὰς ἀναπεπταμένας, ὥστε εἰσελθόντων κλεῖσαι.

[*](B=)

124. ἰθὺς φρονέων] κατʼ εὐθὺ τῶν πυλῶν. §. “φρονέων ” δὲ πε- [*](AB~) φρονηματισμένος.

[*](B=)

οἳ δʼ ἄμʼ ἕποντο] ὅμοιοι τούτῳ 〈καί οἱ ἑπόμενοι〉· διὸ ἐπʼ αὐτῶν τῷ ἐπιφθέγματι ἐχρήσατο “νήπιοι,” τὴν εὐήθη αὐτῶν ἐπιβολὴν ἐξελέγχων.

[*](1. καὶ τὸ τ. B ‖ οὕτως B: ὅπως ‖ 9. ἐπὶ τὰ ἀριστερὰ B ‖ 15. νηῶν ‖ 16. τὸ scripsi: τῶν || 17, 19. νεἱσοντο ut textus ‖ 30, 31. πεφρονηματισμένος w ἐπὶ φρονήματι ἐπαιρόμενος B, ἐπιφρονηματισμός || 32. τοὶ δʼ textus || supplevi ex B ‖ 33. εἰσβολὴν B ‖ ἐλέγχων B)
443

125. κεκλήγο〈ν〉τες] ἀπὸ τοῦ κεκλήγω Συρακουσίου ἐνεστῶτος [*](A+) ἀκόλουθος μετοχὴ κεκλήγων βαρυνομένη.

127. δόʼ ἀνέρας εὗρον ἀρίστους] ὑπερβάλλων ὁ ἔπαινος, ὅτι τὴν [*](B–) τοσούτων ἐπιφορὰν δύο ἀπεκρούσαντο. ἐνίους μὲν γὰρ διʼ ὅλου ἐξέχον- τας προάγει, ἐνίους δὲ ἐν τοῖς κατὰ μέρος συνίστησιν. ἄριστοι οὖν οἱ ἐν τῷ ἐπισφαλεστάτῳ κινδύνῳ ἀνδρισάμενοι, ἐν ᾧ καὶ τοὺς λοιποὺς Ἕλλη- νας φεύγειν συνέβαινεν. ἔστι δὲ καὶ ἀξιόπιστον στενὴν δίοδον ὑπὸ δυεῖν γενναίων φυλαχθῆναι συλλαμβανόντων ἄνωθεν ἀπὸ τοῦ τείχους (145). §. Ζηνόδοτος δὲ “ἀνέρε—άρίστω” γράφει 〈καὶ〉 “υἷε ὑπερθύμω.”

[*](A+)

128. Λαπιθάων] Ἀρίσταρχος ἐκ τούτων φησίν, ὅτι Λαπίθαι κατὰ Ἰδομενέα 〈νε〉νεωλκήκασιν.

129. τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυποίτην] παρατήρει τὸ ποικίλον τῆς ἀπαγγελίας· ἑκατέρου γὰρ τὸ ὄνομα λέγει, καὶ τὸν πατέρα μετὰ ἐπιθέτου· ἀλλʼ ὅρα τὴν ἐξαλλαγήν· τὸν μὲν τοῦδε υἷα τὸν Πολυποίτην, τὸν δὲ οὐκέτι ἔφη Κορωνοῦ υἷα, ἀλλὰ τὸ κύριον προσέ- θηκεν· εἶτα ἐπαινέσας “ βροτολοιγῷ ἶσον Ἄρηι” (130) καὶ περὶ τοῦ πατρὸς ἀποδίδωσιν “υἱὸν ὑπερθύμοιο Κορωνοῦ Καινείδαο,” εἰπών τε “υἷας” (128) πάλιν ἐπήγαγεν υἷα, “τὸν μὲν—υἶα” καὶ “υἱὸν ὑπερθύμοιο Κορωνοῦ.”

132. ὡς ὅτε 〈τε〉 δρύες] μάλιστα γὰρ βαθύρριζοι, καὶ οὐχ ὑπεί- [*](B +) κουσαι ἀνέμοις οὐδὲ τοῖς τῶν ὄμβρων κατακλυσμοῖς.

ὡς ὅτε—δρύες] ἡ προκειμένη ἀπὸ τῶν δρυῶν εἰκὼν πρὸς τὴν στάσιν, ἡ δὲ τῶν συῶν πρὸς τὴν καρτερίαν τῶν βελῶν· καὶ τὸ δύο ὄντας ἀνθίστασθαι πολλοῖς ἀτάκτως βάλλουσιν εἴκασε συσὶ πρὸς πολλῶν κυνηγετῶν ἔφοδον ἀνθισταμένοις.

134. ῥίζῃσιν—διηνεκέ〈εσ〉σι] εἰς πλάτος καὶ μῆκος διηκούσαις. [*](B=) τῷ δὲ ψόφῳ τῶν ὀνομάτων τὸ μέγεθος ἐμφαίνει.

136. μίμνον ἐπερχόμενον μέγαν Ἄσιον] “μέγα〈ν〉·” τὸ ἐγκώμιον Ἀσίου φθάνει καὶ ἐπὶ τοὺς ὑπομένοντας αὐτόν.

137. βόας αὔας] μονῆρες τὸ αὖος· οὐδὲν γάρ ἐστι δισύλλαβον [*](A+) εἰς ος καθαρὸν λῆγον, τῇ αὗ παραληγόμενον, κοινὸν ἢ μόνον τὸ αὖος. §. “βόας αὔας·” τινὲς δὲ “βόας” ἀντὶ τοῦ βοέας.

140. 〈Ἄσιον—〉 Ἀσιάδην τʼ Ἀκάμαντα—] οὗτοι τῶν περὶ τὸν [*](1. κεκληγότες ut textus || 5. προσάγει ut B || 7. δίοδον quod post δυεῖν repetierat expunxit pr. ‖ 11. κατὰ W: μετὰ ‖ 17. ἀποδώσει ‖ 17, 19. ὑπερθύμου ‖ 19. repetitur * * τινἐς ἐπάγουσι τὸ “ ἶσον Ἅρηι υἱὸν ὑπερθύμου Καινείδαο ‖ 20. τε post ὅτε om. etiam textus || 29. Ἀσίου Bekker: ἀεὶ σὐ)

444
Ἄσιόν εἰσιν ἄριστοι· ἐν δὲ τῇ προκειμένῃ διατάξει οὐκ ἀναγκαῖον ἦν καὶ τούτους καταλέγειν—εἰσὶ γὰρ κατὰ τὸ ἴδιον τάγμα τοῦ Ἀσίου —ἐκεῖ δὲ τοὺς ἀρίστους ἐξ ἀπάντων κατέλεγεν (Il. 13. 771).

[*](A+)

142. *ἐόντας] “ἐόντες” αἱ πλείους.

[*](B=)

144. ἀτὰρ Δαναῶν γένετ〈ο〉 ἰαχή τε φόβος τε] ἐν τῷ περὶ Λαπιθῶν λόγῳ κατέθηκε καὶ τὰ ὑπὸ τῶν ἄλλων πραττόμενα, ὅτι πρότερον μὲν ἔβαλλον ἄνωθεν, ὕστερον δὲ ἐφόδου γενομένης σφοδρο- τέρας τῶν πολεμίων ἐξέλιπον τὸ τεῖχος.

[*](A+)

145. ἐκ δὲ τὼ ἀίξαντε] περισσὸς ὁ “δέ.” §. εἰς δὲ τὸ “ἀίξαντε” [*](A+) ὑποστιγμὴν θετέον.

[*](A+)

147. δέχαται κολοσυρτόν] οὕτω “δέχαται,” δεδέχαται. §. “δέ- χαται” ὡς “νέαται” (Il. 9. 153) “δεδαίαται” (Od. 1. 23) δέαται (cf. Od. 6. 242). §. κολοσυρτός παρὰ τὸ τὰ κῶλα ἐπισύρειν, [*](Α=) τὸν κολῳὸν 〈καὶ〉 συριγμόν.

[*](A+ B=)