Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ὣς ὃ μὲν ἐν κλισίῃσι] πάλιν μεταβέβηκεν ἐπὶ τὰς μάχας ὁ ποιητής. ἔδει γὰρ τὰ τῆς μάχης ἐπιέναι, ὅπως θεασάμενος Πά- τροκλος κινηθείη μᾶλλον εἰς ἔλεον· εἰ δὲ ἐπιμηκεστέρα γέγονεν ἡ ἐπι- μέλεια, μὴ θαυμάσῃς· διαφόρους γὰρ πράξεις ἐν ἑνὶ λέγειν καιρῷ ἀδύνατον.

[*](B-)

ὣς ὃ μὲν ἐν κλισίῃσι] τῆς ἠπιότητος Πατρόκλου τὸ μετὰ τὴν χειρουργίαν μὴ ἀποστῆναι Εὐρυπύλου. τάχα δὲ ἡ ἐπὶ τῷ Εὐρυπύλῳ ταραχὴ λαθέσθαι αὐτὸν ἐποίησεν ὧν ἔλεγεν· “δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον” (Il. 11. 654).

* Μενοιτίου ἄλκιμος υἱός] ἀντωνομασία.

[*](B–)

3. ὁμιλαδόν] καθʼ ὁμίλους, ὡς “φυλαδόνʼ” (Il. 2. 668) κατὰ φυλάς. οἷον οὐ καθʼ ἕνα ἄνδρα ἀλλʼ ὅλων τῶν τάξεων ἐγίνετο συμβολή. ἐπειδὴ γὰρ εἰπεῖν τι περὶ τοῦ τείχους βούλεται, διὸ συντέμνει τὴν μάχην.

[*](ΑB–)

οὐδʼ ἄρ’ ἔμελλεν] τετρωμένων τῶν ἀριστέων μένειν ἐν τῇ πε- διάδι Ἕλληνες οὐκ ἐδύναντο. ἀναγκαίως οὖν τὴν πεδιάδα μάχην ἐπὶ τειχομαχίαν 〈μεταφέρειν) βούλεται· τούτου γὰρ χάριν καὶ ἀνέπλασε τὴν τειχοποιίαν ὁ ποιητής, ὑπὲρ τοῦ ἀγῶνας κινῆσαι ἐπὶ τῇ τειχομαχίᾳ. τοῦτο μὲν οὖν ἐπὶ τοῦ Τρωικοῦ τείχους ἀμήχανον· θεοποίητον γάρ· ὑπὲρ δὲ τοῦ μηδὲ ταύτην καταλιπεῖν τὴν ἰδέαν ἐπὶ τῷ τῶν Ἑλλήνων τείχει τὴν τειχομαχίαν ποιεῖ. ἐπεὶ 〈δὲ〉 καὶ αὐτὸς ἀνήγειρε τὸ τεῖχος, διὰ τοῦτο καὶ ἠφάνισεν αὐτό, τὸν ἔλεγχον συνα- φανίζων. λάβοι δʼ ἄν τις τοῦτο πρὸς τοὺς χρόνους τοῦ ποιητοῦ, διότι οὐ μετὰ πολὺ τῶν Τρωικῶν γέγονεν. εἰ γὰρ ἐνῆν ὑπονοεῖν, ὅτι ἐκ τοῦ χρόνου κατέπεσε καὶ ἠφανίσθη ὡς αὐτοσχεδῶς ᾠκοδομημένον, οὐκ ἂν τῷ λήμματι τούτῳ ἐχρήσατο, ὅτι αὐτὸς Ποσειδῶν ἠφάνισεν· πάντας δὲ τοὺς ἐκ τῆς Ἵδης ποταμοὺς ἐπʼ αὐτὸ ἄγει ἐφʼ ἡμέρας θ΄, καὶ τοῦ Διὸς συνεχῶς ὕοντος καὶ τοῦ Ποσειδῶνος ἀναμοχλεύοντος τὰ θεμέλια· οὐ δυνάμενος δὲ ἴχνος τι ἀποφῆναι τοῦ μὴ γενομένου, διὰ τοῦτο καὶ οὐκ ἠρκέσθη τῇ τῆς δομήσεως ἀναιρέσει, ἀλλὰ καὶ ἀμάθῳ τὸν τόπον ἐκάλυψε, καὶ αἰγιαλὸς γέγονε τὸ πᾶν· τούτου δὲ [*](1. addidi: Ἰλιάδος τῆς μ textui inscriptum || 3. μ. εἰπεῖν A || 5. καιρῷ θεῖναι A ‖ 8. περὶ Εὐρύπυλον B || 13. συμβάλλοντες post ἄνδρα omisi ut B || 15. οὐτʼ ἄρʼ ‖ 17. supplevi ex B || 18. ἀνέπλασε B: ἀνέπλησε ‖ 21. sup- plevi ex B ‖ 26. λήμματι W: αἰτήματι; οἷον αἰτήματι οὕτως ἐργώδει Eust. ‖ 29. ἀποφῆναι scripsi, ἀποδεικνύναι coni. Bekker: ἀπαιτηθῆναι)

433
αἴτιον ἀποδέδωκε τὸ μηνῖσαι θεούς, θυσιῶν ἐπʼ αὐτῷ μὴ τυχόντας· οἷα καὶ 〈ἐν〉 τῇ οἰκοδομίᾳ αὐτοῦ εἰσήγαγε Ποσειδῶνα λέγοντα “οὐχ ὁράᾳς, ὅτι δʼ αὖτε καρηκομόωντες Ἀχαιοὶ τεῖχος ἐτειχίσ〈σ〉αντο ―οὐδὲ θεοῖσι δόσαν” (Il. 7. 447).

οὐδʼ ἄρʼ ἔμελλε τεῖχος ἔτι σχήσειν] οὐκ ἐδύνατο περὶ τὸ θεόκτιστον τεῖχος τοιαύτας περιπετείας 〈εἰσ〉αγαγεῖν.

5. * νεῶν ὕπερ] ἡ “ὑπέρ” ἡ τόπον ἢ ἐπικουρίαν δηλοῖ.

ἀμφὶ δὲ τάφρον] “ἀμφί” ἀντὶ τοῦ περί, ὥς φαμεν “περὶ τοῦτον τὸν [*](B–) τόπον οἰκῶ” τὴν πλησίον σχέσιν σημαίνοντες· οἳ δὲ ἐπὶ παρατάσεως τὸ “ἀμφί,” ὡς τὸ “ἵνα μιν περὶ πᾶσαν ἐέργοι” (Hes. Th. 127).

6. * ἤλάσαν] ἐξέτειναν, ἀπὸ τῶν σιδήρων· ἢ ἔσκαψαν.

[*](B–)

οὐδὲ θεοῖσι δόσαν] πάντων ἀρχηγοὺς ἡγεῖσθαι δεῖ θεούς· καὶ “οἴῃ [*](B–) δ᾿ οὐκ ἔρ〈ρ〉εξε” (l. 9. 536).

7. ὄφρα σφι ννῆάς τε καὶ ληίδ〈α)—ἐντὸς ἔχον ῥύοιτο] ἢ διὰ τοῦτο [*](A+ B–) αὐτὸ ἐποίησαν, ἵνʼ ᾖ τὸ ἐξῆς “ἤλασαν, ὄφρα σφιν,” ἢ οὐκ ἔδοσαν, ἵνα σῴζοι τὸν ναύσταθμον καὶ αὐτούς. διὸ νῦν ἀτυχοῦσιν ἐν αὐτῷ, ὕστερον δὲ φθείρεται.

9. τό κεν οὔτι πολὺν χρόνον ἔμπεδον] ἐν βραχεῖ τὸ κεφάλαιον τῆς συγγραφῆς ἐξέθετο· ἅμα δὲ δείκνυσιν, ὅτι β’ πρόσωπά ἐστι τὰ συνέχοντα τὴν Ἰλιάδα, καὶ παρεδήλωσέ τι τῶν ὕστερον, ὅτι μετὰ τὴν Ἀχιλλέως μῆνιν οὔτε Ἕκτωρ ἐβίω, εὐθέως δὲ καὶ ἡ Ἴλιος ἐλήφθη. §. πλεονάζει ὁ “κέν.” §. τὸ δὲ “ἔμπεδον” οὐκ ἔστιν ἀντὶ τοῦ ἀσφαλές—ἐπεπόρθητο γὰρ ὑπὸ Σαρπηδόνος (397), Ἕκτορος (438), [*](B–) Ἀπόλλωνος (Il. 15. 360—ἁλλ’ “ἔμπεδον” ἀντὶ τοῦ ἐν τῷ πεδίῳ κείμενον· ὕστερον γὰρ ἁλίπλοον ἐγένετο σὺν τοῖς θεμελίοις (28).

11. ἀπόρθητος πόλις ἔπλεν] Ἀρίσταρχος “ ἔπλεν” σὺν τῷ ν ἐκτοῦ [*](A-) ἔπελενσυγκοπῇγενόμενον, Ζηνόδοτος“ἔπλε” ἀποκοπῇ 〈ἐκ〉τοῦἔπλετο.

13. κατὰ μὲν Τρώων θάνον—πέρθετο δὲ Πριάμοιο πόλις] συνέ- πλεξε τὸν λόγον προσθεὶς τὸν “μέν·” καὶ ἔστι μὲν δύσρητον, ὅμως ἥδιστον· ὁ δὲ ἀπλοῦς λόγος οὕτως 〈ἂν〉 ἦν “πολλοὶ Ἀργείων δάμεν, οἳ δὲ λίποντο. Τρώων 〈δὲ〉 θάνον ὅσ〈σ〉οι ἄριστοι·ʼ φανερὸν οὖν, ὡς ὑπελείφθησάν τινες, περὶ ὧν φησιν “Αἰνείαο βίη Τρώεσ〈σ〉ιν [*](3. ὅτε ut textus ‖ 5. schol. praecedenti adhaeret ‖ 8. ὥσπερ B ‖ 10. μιῆ: corr. Schneider Cal. II p. 774 ‖ πᾶσον ἐέργοι etiam Cornutus 17: πάντα καλύπτοι vel καλύπτῃ Hesiodi codd. ‖ 18. κεν etiam textus ‖ 36. ἔτλεν textus: ἔπλευ ‖ 27. γενόμενον scripsi: δεχόμενον; συγκοπήν δεχόμενος coni. Bekker || 30. οὖτος pr. || 31. λείποντο)

434
ἀνάξει” (ll.22. 307). §. “πέρθετο” ἀντὶ ἀορίστου τοῦ ἐπορθήθη. §. ἐπεὶ [*](B=) δὲ εἰς τὸν θάνατον Ἕκτορος μέλλει τελευτᾶν ἡ ποίησις, ὅπως μὴ οἰηθῇ τις ἐπικρατέστ ρα γεγονέναι τὰ τῶν Τρώων, εἶπεν ὅτι ἐπορθήθη, ἵνα μὴ λυπώμεθα νῦν τὰς τῶν Ἑλλήνων ἀκούοντες συμφοράς.

14. * πολλοὶ δέ] Ἰακὴ διαίρεσις.

16. * Ἀργεῖοι δέ] καὶ τούτων δὲ ὅτε πενόστησαν οἱ περιλει- φθέντες· ἅμα δὲ καὶ προανακρούεται τὴν Ὀδύσσειαν.

17. * δὴ τότε] Μιλησίων ἡ ἀναστροφὴ τὸ “δὴ τότε.” §. τὸ δὲ “μητιόωντο” δευτέρας συζυγίας τῶν περισπωμένων.

[*](B=)

18. * ἀμαλδῦναι] καθʼ ἅλμης δῦναι.

19. * δαίων ὀρέων] ἢ τῶν ἄκρων Λεκτοῦ Φαλακρῶν Γαργάρου, ἢ ἀντὶ ἑνικοῦ τῆς Ἴδης τοῦ ὄρους.

20. Ῥῆσος] Ῥοείτης μετωνόμασται· ῥεῖ δὲ πρὸς ἄρκτον ἀπὸ Καλῆς Πεύκης, ἥτις ἀπέχει ἀπὸ Ἀδραμυττίου στάδια ρπ'.

Κάρησος] Πίδυς καλεῖται· ῥεῖ δὲ ἀπ〈ὸ Μα〉λοῦντος· Κυζικηνοὶ ὀξυτόνως αὐτὸν καλοῦσιν· ἐμβάλλει δὲ εἰς Αἴσηπον. §. “Κάρησος” δὲ ὡς κάμηλος.

Ῥοδίος] Δάρδανος καλεῖτας· ῥεῖ δὲ ἀπὸ Κλεανδρίας διεχούσης εύκης σταδίους ξ. §. “Ῥοδίς” δὲ ὡς “Ὁδίος (Il. 2. 856).