Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

21. Γρήνικος] ἐπεὶ Ἀλέξανδρος ἐκεῖ τοὺς Δαρείου σατράπας ἐνί- κησεν· Γραικοὶ δὲ οἱ Ἕλληνες· ῥεῖ δὲ πρὸς ἀνατολὰς Ἑλλησπόντου.

δῖός τε Σκάμανδρος] “δῖος,” ἐπεὶ μόνος υἱός ἐστι Διός. πῶς οὖν περὶ τὴν πόλιν αὐτοῦ εἰσιν αἱ πηγαί( Il. 22. 147); ἢ ἐκεῖναι πιδύματα αὐτοῦ εἰσιν.

22. * Σιμόεις] καὶ ἄλλος ἐν Κρήτῃ· ἔστι δὲ μικρὸς ὁ Σιμοῦς.

[*](A= B-)

βοάγρια] τὰ ἐκ τῆς βοῆς ἀγρευόμενα, ἢ βόεια γέρρα, ὅ ἐστι δέρρα· ἢ 〈τὰ〉 ἐξ ἀγρίων βοῶν γενόμενα.

[*](B=)

23. καὶ ἡμιθέων γένος ἀνδρῶν] οὐδέποτε τοὺς σὺν Ἀγαμέμνονι ἡμιθέους ὠνόμασεν· ἆρα οὖν τοὺς σὺν Ἡρακλεῖ φησιν: ἢ πρὸς αὔξησιγ τοῦ πάθους.

24. ὁμόσε στόματα] “ὁμόσε” τοὺς ἐκ διαφόρων τόπων μισγομένους.

[*](Α+)

25. ἐννῆμαρ] οἳ μὲν“ἓν ἦμαρ.” οἳ δὲ “〈ἐννῆμαρ〉,” ὅτι εὐεπίφορός ἐστιν εἰς τὸ θ' οἳ δὲ πρὸς παντελῆ ἀπώλειαν.

[*](9. δύο συζυγιῶν: corr. Bekker ‖ 13. Ῥοίστης || 14. Ἀδραμυτείου ut Eust, || 15. suppl. Hercher Hom. Aufs. p. 82 ex Strabone XIII p. 603 || 16. ἐ. δὲ scripsi: ἐ. γὰρ ‖ 18. Κλεωνδρίας ἐχούσρς: corr. Hercher p. 81 ex Str. || 26. ἐκ βοῆς Apoll. Soph. Et. M. Eust., εἰς τὴν βοὴν ut A B ‖ ἀγρευόμενα Apoll. Soph. Et. M.: ἀγειρόμενα A B Eust. || 27. supplevi ex A B || 29. ἡμιθέους B: ἠθέους || καὶ τοῦτο post ἢ add. B || 31. ὁμόσσε στ. || 33. τὰ θʼ)
435

26. ἁλίπλοα] ἐπὶ θαλάσσῃ πλέοντα· τινὲς δὲ τὰ ξύλινα τοῦ τείχους.

27. αὐτὸς δʼ Ἐν〈ν〉οσίγαιος] τοῦτο ἐπὶ δεσπότου ἢ βασιλέως [*](B–) τίθεται· ἔστιν οὖν πάντων ποταμῶν δεσπότης· δ ὸ Ἀχελῷος μὶν “κρείων” (Il. 21. 194). αὐτὸς δὲ “εὐρυκρείων” (Il. 11. 751).

ἔχων—τρίαιναν] ἁλμυρὰ γὰρ καὶ γλυκέα καὶ μικτὰ 〈τὰ〉 ὕδατα· [*](Β –) ἢ ὅτι σεισμῶν εἴδη γ', χασματίαι βρασματίαι 〈καὶ κλιματίαι〉.

28. κύμασι πέμπε] εἰς κύματα, ὡς τὸ “ἦλθε δʼ ἐπὶ Κρήτε〈σ〉- σι” (Π. 4. 251).

29. *φιτρῶν καὶ λάων] οὕτως Ἀμαθούσιοι.

φιτρῶν καὶ λάων, τὰ θέσαν] ἐὰν στίξωμεν εἰς τὸ “πέμπε,ʼ [*](Α +) συνάγομεν τὸ ἑξῆς ἕως τοῦ “θέσαν·” ἐὰν δὲ εἰς τὸ “λάων,” 〈τὸ〉 “θέσαν” τῶν ἑξῆς ἐστιν.

λάων] λᾶς λαάων λάων, ὡς Αἰακιδάων.

τὰ θέσαν μογέοντες Ἀχαιοί] τοῦτο ἀνεφώνησεν ὤσπερ συναχθό- [*](B=) μένος τῷ καμάτῳ τῶν Ἕλλήνων ἀναιρουμένων. §. ἃ μετὰ καμάτου, φησίν, εἰργάσαντο, οὕτως ἄρδην ἠφανίσθη· τινὲς δὲ διὰ τὴν Ἀχιλ- λέως μῆνιν, ὃς ἦν αὐτοῖς τεῖχος ἔμμψυχον. §. μογέοντες” οὖν ἀτυχοῦντες.

[*](B=)

30. * λεῖα δέ] “λεῖα” τὰ χωρία τοῦ τείχους. §. τὸ δὲ“ἐποίησεν” διὰ τοῦ ε.

33. ᾗ—πρόσθεν ἴεν] ψιλωτέον τὸ “ἴεν ” καὶ ἑνικῶς ἐκδεκτέον ἐπὶ [*](A+) τοῦ ὕδατος, ὡς τὸ “ἆσσον ἴεν πολυκάρπου ἀλωῆς” (Od. 24. 221)· ἐὰν δὲ δασέως “ἵεν,” ἐντὶ τοῦ ἵεσαν.

*ᾗ〈περ〉 πρόσθεν ἴεν—ὕδωρ] ὅπου πρώην ἐπορεύετο τὸ ὕδωρ.

35. τότε δʼ ἀμφὶ μάχη] προληπτικῶς—οὔπω γὰρ ἦσαν φθάσαντες εἰς αὐτο—ἢ ὅτι ἐν κεφαλαίοις λέγων οὐ λεπτολογεῖ.

36. * ἐύδμητον] εὖ δεδομημένον.

κανάχιζε δὲ δούρατα] ἂν στίξωμεν εἰς τὸ “δούρατα,” λείπει [*](A+ B –) ἡ κατά, κατὰ τῶν πύργων. §. 〈“δούρατα” 〉 ἢ αἱ πύλαι ἢ οἱ φιτροί.

37. Διὸς μάστιγι δαμέντες] τῷ κεραυνῷ· καὶ ἀλλαχοῦ “Διὸς [*](A+ B–) μάστιγι κακῇ” (Il. 13. 812). §. πολιορκοῦνται Ἑλένην θέλοντες, [*](B-) καὶ περὶ ἑαυτῶν κινδυνεύουσιν· Ἕκτωρ ἀντὶ τοῦ συμβουλεῦσαι παρακαλεῖ· προαναφωνεῖ δὲ ὅτι ἐκ Διὸς ἦν ἡ ἧσσα· εἰ μὴ γὰρ ἦν τοῦτο, οὐκ ἂν πάντες ἐδεδίεσαν ἕνα τὸν Ἕκτορα.

[*](1. ἐπὶ ex D: ὐπὸ 2. τοιοῦτον ἐπὶ B ‖ 8. καὶ β. B ‖ 6. supplevi ex B2 om. etiam Eust.: καὶ σεῦστα supplet sec. || 13. schol. praecedenti adhaeret ‖ λαάων scripsi: λάλων ‖ 14, 15. ὡς συναλγῶν τῷ κόπῳ B ‖ 25. σὐ λ. scripsi, οὐ καταλ. coni. W: καταλ. ‖ 31. Ἔκτωρ W: Νέστωρ)
436
[*](A+)