Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

12. καρδίῃ] τινὲς ἐν αὐτῇ τὸ λογιστικόν 〈φασιν). §. ὀλίγη δὲ διαστολὴ εἰς τὸ “καρδίῃ.”

13. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων] δεδήλωκε τὴν πρώην αὐτῶν [*](B=) ὁρμήν· κακωθεῖσι γὰρ οὐδὲν ἦν πρὸ ὀφθαλμῶν ἕτερον ἢ τὸ φεύγειν.

τοῖσι δʼ ἄφαρ πόλεμος] Ζηνόδοτος οὐκ οἶδεν Ἀριστοφάνης ἀθετεῖ.

[*](A+)

15. Ἀτρείδης δʼ ἐβόησεν] προσκρούων Ἀχιλλεῖ· διό φησιν “οὐ- δέπω Ἀτρείδεω ὀπὸς ἔκλυον” (Il. 16. 76).

16. ἐν δʼ αὐτὸς ἐδύσατο νώροπα] ὃ γὰρ ἐπιτάσσει, ποιῶν προθύμους [*](B=) ἔχει τοὺς ὑπηκόους.

17. κνημῖδας μὲν πρῶτα] ὁπλίζει τοὺς ἀνδραγαθήσοντας προ- [*](A+) παρασκευάζων τὸν ἀκροατήν· ἐπὶ δὲ Ἀλεξάνδρου, ὅπως πλέον κατα- γέλαστος φαίνηται ἡττώμενος (Il. 3. 330).

20. τόν ποτέ οἱ Κινύρης] οὗτος Θείαντος μὲν ἦν παῖς, βασιλεὺς [*](B-) δὲ Κύπρου· ὃς ζάπλουτος ὡν παριόντας Ἕλληνας ἐξένισε, καὶ ὑπέ- σχετο αὐτοῖς ἐν Ἰλίῳ πέμψειν τὰ πρὸς τὸν βίον. φασὶ δὲ αὐτὸν [*](10. καταπτήξαντες B: καταπλήξαντες ‖ 15. ἱερὰ ‖ 19. παρωρμἡσαντο ‖ 20, 21. κραδίρ ‖ 29. πρῶτον ‖ 31. φαίνοιτο ‖ 32. Θείαντος etiam Eust., Βίαντος B)

380
ἀμελήσαντα ἐπικατάρατον γενέσθαι ὑπὸ Ἀγαμέμνονος· καὶ αὐτὸν μὲν ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι, ἐπειδή περ ἡμιλλᾶτο αὐτῷ εἰς μου- σικήν, τὰς δὲ θυγατέρας αὐτοῦ πεντήκοντα οὔσας ἁλέσθαι εἰς θά- λασσαν καὶ εἰς ἀλκυόνας μεταβληθῆναι.

[*](B-)

τόν ποτέ οἱ Κινύρης] ἀφεστήκασι μὲν καὶ ὡς μὴ συντελοῦντες εἰς Ἕλληνας οὐ στρατεύουσιν, οἰκειοῦνται δὲ δώροις τὴν Ἑλλήνων φιλίαν· οὐ γὰρ ὑπὲρ ἀστρατείας ὡς Ἐχέπωλος ὁ Σικυώνιος τὴν Αἴθην 〈δέδωκεν) (Il. 23. 296)· ὅτι δὲ ἀφεστήκασιν Ἑλλήνων, φησὶ “Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς” (Od. 4. 83)· φασὶ δὲ αὐτὸν ἐν Πάφῳ ὁμὁσαντα Μενελάῳ πέμψειν πεντηκόντα ναῦς μίαν ἀποστεῖλαι, τὰς δὲ λοιπὰς ἐκ γῆς, καὶ γηίνους ἄνδρας.

[*](Α+ B–)