Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο ὄρνυθ’] τὸ ὅλον τοῦτο νομιστέον, ὅτι ‘ἀπὸ τοῦ ἡλίου ἡμέρα γέγονεν.ʼ §. “Τιθωνοῖο” δέ, ἐσεὶ [*](AB=) ἔλεγε Τιτωνοῖο. Τιτὰν γὰρ ὁ Ἀπόλλων, ὅτι ἀπὸ Λητοῦς· τοῦτον δὲ [*](AB=) καὶ ἥλιον νενομίκαμεν. §. “ἐκ λεχέων” δέ, ὅτι σὺν αὐτῷ ἀεὶ θεω- ρεῖται· ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀήρ, ἡλίου ὑπὲρ γῆν ὄντος. [*](A + B=) §. ερώνυμός φησι τὸν Τιθωνὸν αἰτήσασθαι ἀθανασίαν παρὰ τῆς Ἠοῦς, οὐ μέντοι καὶ ἀγηρασίαν· ὡς δὲ πολλῷ τῷ γήρᾳ χρώμενος ἐδυσφόρει, αἰτήσασθαι θάνατον· ἣ δὲ ἀδυνατοῦσα εἰς τέττιγα αὐτὸν μεταβάλλει, ὅπως ἥδοιτο διηνεκῶς τῆς φωνῆς αὐτοῦ ἀκούουσα.

παρʼ ἀγαυοῦ Τιθωνοῖο] φαίνεται ὅτι 〈μήτηρ) ἡ Τροία καλῶν ἀνδρῶν, Τιθωνοῦ Γανυμήδους λγχίσου Βουκολίωνος (Il. 6. 22)· Ἄλέξ- ανδρον δὲ καὶ Δηίφοβον θεοειδεῖς καλεῖ, καὶ Πρίαμον “εἰσορόων ὄψιν τʼ ἀγαθήν” (Il. 24. 632)· καὶ περὶ Ἕκτορος “οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος” (Il. 22. 370).

[*](B=)

ὡς φιλέλλην ὁ ποιητὴς μέχρι τῶν νεῶν τοὺς Ἕλληνας συνελάσας καὶ ἐπαυλιζομένους ταῖς ναυσὶ ποιήσας τοὺς βαρβάρους οὐκ εὐθέως τειχομαχίαν ἐποίησεν οὐδὲ τὴν ἐπὶ ταῖς ναυσὶ μάχην, ὅπερ καὶ κατὰ δόξαν ἦν τοῖς ἀκροωμένοις, ἀλλὰ πρότερον τὴν Ἀγαμέμνονος ἀριστείαν διέγραψε, καὶ μετʼ αὐτὴν 〈τὴν) τῶν ἄλλων ἀριστέων, εἶτα ἐπειδὴ τοὺς ἀρίστους ἐπὶ τὰς ναῦς ἀπέστειλε τρωθέντας, τότε τοὺς Ἕλληνας ἐποίησεν ἡττωμένους. ἐπεὶ δὲ μεμονωμένους τοὺς Ἕλληνας ἀπίθανον ἦν παρεισάγειν ἀνδραγαθοῦντας ἕωθεν, εὐλόγως ἡ νὺξ παραμυθεῖται αὐτῶν τῆν τταν, καὶ τοσοῦτον ἀναλαμβάνει, ὡς συνωθῆσαι πάλιν μέχρι τείχους τοὺς Τρῶας, ἄχρις ὅτου 〈ἂν) πάλιν τῆς παρὰ τοῦ Διὸς τύχωσιν ἐπικουρίας· ἐπιδείκνυσι γάρ, ὅτι τύχαις, οὐ γνώμαις ἐλεί- ποντο Ἕλληνες. δικαίως μὲν οὖν Ἀγαμέμνων ἀριστεύει· θαρροῦντα μὲν γὰρ τοῖς πράγμασιν οὐκ εὔλογον ἦν αὐτὸν προπετῶς ἐπὶ τοὺς κινδύνους φέρεσθαι, ἀλλὰ διὰ τὴν ἡγεμονίαν ἀσφαλέστερον μᾶλλον ἢ φιλοκινδυνότερον ἀγωνίζεσθαι· ἐπὶ ξυροῦ δὲ νῦν, καὶ ταῦτα διʼ αὐτόν, ὄντων ἀναγκαίως κινδυνεύει. γέγονε δὲ ἀντίστροφα τὰ πράγματαʼ [*](1. addidi: ἀρχἡ ἰλιάδος τῆς λ textui inscriptum ‖ 3. Τιτωνοῖο etiam A B ‖ 11. ὅτιscripsi: ὅλῆ ‖ supplevi, cf. Eust. ἰστέον δέ ὅτι—ἡ Τροία νεγκε ‖ 20. αὐτὴν B: αὐτὸν ‖ suppl. Bekker ‖ 22. μεμονωμένους B: πεπονημένους ‖ 24. ἥτταν B: ἦσσαν ‖ 30, 31. διὰ τὸν νοῦν τῶν ἀναγκαίων κ., cf. B ‖ 31. ἀναγκαίως B: ἀναγκαίων)

379
Διομήδης γὰρ ὑπὸ Ἀγαμέμνονος ὀνειδισθεὶς εὐδοκιμεῖ, καὶ πάλιν Ἀγαμέμνων ὑπὸ Διομήδους· Ἕκτωρ δὲ μάλα ὑπισχνούμενος διώκεται.

2. ἀθανάτοισι φόως φέροι] ἀθανάτους νῦν οὐχὶ τὰ οὐράνια ἀκοῦ- [*](B=) στέον—ἀεὶ γὰρ ἐν φωτί εἰσιν—ἀλλʼ ἤτοι τὰ στοιχεῖα ἢ τὰ περὶ γῆν θειότερα ζῷα καὶ ἀέρια. ἤ, ἐπειδὴ ἐν τῷ Ὀλύμπῳ ὑποτίθεται ὁ ποιητὴς οἰκεῖν τοὺς θεούς, ὄρος δὲ ὁ Ὄλυμπος, ἁρμοδίως τῷ πλάσ- ματί φησιν αὐτοὺς καὶ ἐν σκότῳ ποτὲ εἶναι.

3. Ζεὺς δʼ Ἕριδα προίαλλε] ἀγῶνας πάλιν τῇ ποιήσει κινῶν Δία [*](B=) παρορμᾶν τὸ Ἕλληνικόν φησιν· οὐκ ἂν γὰρ καταπτήξαντες προῆλθον, εἰ μὴ παρώρμησεν. τοὺς δὲ Τρῶας ἐγεῖραι ἱκανὸν καὶ τὸ ἐκ τῆς προγενομένης νυκτὸς θάρσος.

5. ἐπʼ Ὀδυσσῆος μεγακήτει] καιρίως τοὺς τόπους ἐδήλωσεν· διὰ δὲ τὰς βουλὰς καὶ τὰ ἱερὰ ἐκεῖ νεωλκεῖ Ὀδυσσεύς. “βουλάς τʼ ἐξάρ- χων ἀγαθάς (Il. 2. 273)· “περὶ δʼ ίρὰ θεοῖσιν” (Od. 1. 66).

8. τοί ῥʼ ἔσχατα νῆας ἐίσας εἴρυσαν] τεῖχος τῶν ἄλλων νεῶν ἐποίησαν τὰς ἰδίας, ὡς καὶ αὐτοὶ τῶν Ἀχαιῶν ἤσαν.

11. Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ] Τρῶες γὰρ ὑπὸ τῆς εὐημερίας ἱκανῶς παρώρμηντο.