Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

21. πεύθετο γὰρ Κύπρονδε] ἠκούετο εἰς Κύπρον τὸ κλέος, ἐπ〈ε〉ὶ τὲ 'Κύπρονδε” τὴν ἐς τόπον δηλοῖ σχέσιν.

[*](Α- B=)

24. οἴμοι] ὁδοί· νῦν ῥάβδοι ὀρθαί, ἢ ὡς ἐζωσμέναι, ὃ καὶ ἄμει- νον. παραλλήλους δὲ λάβωμεν τὰς ῥάβδους, ἵνʼ ᾖ ποικίλον καὶ βα- σιλικὸν τὸ φόρημα. ὑποστατέον οὖν τὰς μὲν ιβ΄ χρυσᾶς ἐν διαστάσει κεῖσθαι, μεταξὺ δὲ τετάχθαι τὰς κα〈σ〉σιτερίνας, ὡς πάλιν μεταξὺ τὰς κυανέας, τὰς δὲ περὶ τὸν τράχηλον δύο χρυσᾶς πρὸς κόσμον.

[*](B=)

26. ὀρωρέχατο προτὶ δειρήν] ὥστε σκέπειν τὰ ἀσκέπαστα· φησὶ γὰρ “ φαίνετο δʼ, ἡ κληῖδες” (Il. 22. 324) καὶ “στῆθος βεβλήκει ὑπὲρ ἄντυγος, ἀγχόθι δειρῆς” (Il. 14. 412). ἔστι δὲ περὶ ἑκατέραν κλεῖν εἷς, μέσον δὲ εἴς, 〈εἴς) εἰς τὸν πρηγορεῶνα. ἐμψύχους δὲ [*](B–) παρίστησιν αὐτοὺς διὰ τοῦ “ὀρωρέχατο.” §. τὸ δὲ “ἑκάτερθεν” πῶς συντακτέον; δῆλον ὅτι ἓξ ἥσαν οἱ δράκοντες, ἐξ ἑκατέρου μέρους τοῦ θώρακος τρεῖς ἀναφερόμενοι, καὶ τὰς δʼ κεφαλὰς συμπλέκοντες, ἀνατείνοντες δὲ τὰς δύο. διὸ καὶ ἴρεσιν εἰκάζει τοὺς δράκοντας κατὰ τὴν ἐπισύμπτωσινʼ πρός γὰρ ἑκατέραν κλεῖν νενεύκασι κεκυρτωμένοι· τοιαύτη δὲ καὶ ἡ ἶρις.

[*](B=)

27. ἴρε〈σ〉σιν ἐοικότες] τῷ κυρτώματι ἢ τῷ χρώματι· φησὶ γὰρ Ξενοφάνης “ἦν τʼ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.ʼ ἢ πρὸς τὴν διάστασιν οὕτων ἡ ὁμοίωσις.

[*](3. ἁλέσθαι B Eunt.: ἅλλεσθαι 1 6. οὐδὲ συστρατεύουσιν B ‖ 8. supplevi ex Eunt., cf. B ‖ 10. μίαν scripsi, μίαν μόνην Eunt.: μἐν ‖ 13. ἐν τόπῳ cf. A ‖ δηλώσει ‖ 16. φόρημα B: φρόνημα ‖ 21. κληῖδες B: κληῖδος ‖ 23. supplevi ex B ‖ 26. δ᾿ Bekker: sec. ut videtur in ras. ‖ ad schol. v. 26 figuram clipei serpentibus insignem delineavit pr.)
381

28. * ἐν νέφεϊ στήριξε] καὶ ἐπὶ τῶν διαττόντων διδάσκει, ὅτι οὐκ [*](B=) αὐτόματά εἰσι ταῦτα ἀλλʼ ὑπὸ θεῶν αἴτιον ἔχοντα.

34. ἐν δέ οἱ ὀμφαλοί] καί που ἡ “Γοργείη κεφαλή” (II.5. 741).