Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

103. *ἐόντας] Ἀριστοφάνης “ἐοντε.”

[*](B=)

ὁ μὲν νόθος ἡνιόχευεν] σημειωτέον, ὅτι πρὸς τὸ πρῶτον ὑπήντησε “νόθον καὶ γνήσιον” (102), εἶτα “ὁ μὲν νόθος.ʼ

[*](B–)

104. ὥ ποτʼ Ἀχιλλεὺς Ἴδης ἐν κνημοῖσι] καὶ ἐν τούτοις ἡ ποικιλία ὁρᾶται, ὡς καὶ περὶ Λυκάονος (Il. 21. 35)· ἐφʼ ἑκάστου οὖν ἢ γένος ἢ τύχην ἢ σχῆμα πτώματος δηλῶν ποικίλλει τὸ ὑποκείμενον.

[*](A+)

Ζηνόδοτος γράφει “ὅν ποτʼ·” ἀλλʼ ἐλέγχεται ἐκ τοῦ “καὶ γάρ σφε” (111).

[*](8. ὤτων ut A. ‖ ῥηνὸς: corr. sec. ‖ μεταμάξιον ‖ 11, λάθρα I 13. συνάγεται B ‖ 14. βληθέντων B: πληγέντων ‖ 22. νοεῖ δ. τὸ β. scripsi cf. Eust., μόνως διολύει τὸ βῆρ coni. Lehrs, μόνον διαλύει τὸ βῆ (sc. “Σῆ ‘Ρῖσον”) W: μόνος καλεῖτὸ βῆρ quod tuetur Lentz Herod. p. cxxi ‖ 24. πότερος wʼ: ποῖος ut B)
385

105. δίδη μόσχοισι λύγοισιν] οὐκ ἀπίθανος ἡ μεταφορὰ ἀπὸ [*](B=) τῶν ἀπαλῶν ἔτι βοῶν ἐπὶ τὰ τρυφερὰ τῶν φυτῶν ἀγομένη.

106. *τὸ “ἐπʼ ὄεσσι” τῶν ἑξῆς ἐστιν.

110. σπερχόμενος δὲ—ἐσύλα τεύχεα—γινώσκων] εἰώθασιν ἐπι- [*](A= B–) σαρκάζειν τοῖς ἐπισήμοις τῶν φονευομένων, ὡς Ὀθρυονεῖ (Il. 13. 374). νῦν οὖν, ἐπείπερ ὀξύς ἐστιν ὁ καιρός, ἄμφω δηλοῖ, καὶ ὡς ἐγίγνωσκεν αὐτούς, καὶ ὡς ὁ καιρὸς οὐκ εἴα λαλεῖν.

113. ὡς δὲ λέων ἐλάφοιο] ἐμφερεστάτη ἡ παραβολή. νεβροὶ γὰρ [*](B=) οἱ νέοι ἱριαμίδαι, μήτηρ οἱ Τρῶες, προθυμίᾳ μὲν ὑπερέχοντες 〈ἐς〉 τοὺς νεκροὺς καὶκηδεμονίφ,κατεπτηχότες δέ. πιθανῶς δὲ οὐκ ἐπʼ ἄλλων τοῦτο παρέλαβεν, ἀλλ’ ἐπὶτῶν Πριάμου παίδων,ἐφ οἷς είκὸς τὴν προθυ- μίαν τῆς τιμωρίας σφοδροτέραν μέν, ἀδύνατον δὲ τοῖς Τρωσὶν ὑπάρχειν.

ὡς δὲ λέων] εἰς τὸ δυνατὸν καὶ βασιλικὸν τοῦ Ἀγαμέμνονος ὁ λέων [*](B=) παρείληπται· ἡ δὲ παραβολὴ πρὸς τὸ μὴ δύνασθαι τῇ ἐκείνων ἀναιρέσει βοηθῆσαί τινα τῶν Τρώων.

∗ Ἀριστοτέλης β΄ φησὶ τίκτειν τὴν ἔλαφον( H. A.I p. 578b 15).