Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

114. ῥηιδίως συνέαξε] πρὸς τὸ εὔθλαστον· ἐπὶ δὲ βοὸς “ἐξ αὐχένα ἄξεʼ (175).

115. ἐλθὼν εἰς εὐνήν] τὴν ἰδίαν, που ἀγνοοῦσα αὐτοὺς ἔθηκεν· [*](B+) καὶ τοῦτο δῆλον ἑτέρωθεν· “ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος νεβροὺς κοιμήσασα” έως “ὃ δέ τʼ ὧκα ἑὴν εἰσήλυθεν εὐνήν” (0d. 4. 338).

ἁπαλόν τε σφʼ ἤτορ] καὶ Ἀντίπατρος ὁ ἰατρὸς συναύξεσθαί φησι [*](B+) τῷ σώματι τὴν ψυχήν.

116. οὐ δύναταί σφιν χραισμεῖν] ἵνα μὴ δοκῇ χαρίζεσθαι [*](B=) Ἕλλησι, λεληθότως τῇ παραβολῇ τὸ ἀγενὲς τῶν Τρώων δηλοῖ.

119. σπεύδουσʼ 〈ἱδρώουσα〉] διαστολὴ ὀλίγη ἐπὶ τὸ “σπεύδουσα” [*](A+) καὶ ἐπὶ τὸ “ἱδρώουσα.”

121. ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο] πρὸς τὸ φιλάλ- ληλον τῶν Ἀχαιῶν.

123. Ἀντιμάχοιο δαίφρονος] “δαίφρονος” τοῦ 〈πρὸς〉 τοὺς [*](B=) πολεμίους ἐγείροντος τῇ συμβουλίῳ· δαῖς γὰρ ἡ μάχη.

ὅς ῥα μάλιστα —οὐκ εἴασκε] ὡς καὶ ἄλλων αὐτῷ συμπραττόν- [*](B-) των. ἐπάγεται οὖν κατʼ αὐτῶν τὸν ἀκροατήν. καὶ ἔστιν ὥσπερ [*](7. ἐπεγίνωσκεν A B ‖ 9. an περιττεύοντες ?? ‖ 10. τῶν νεβρῶν B ‖ 13. schol. praecedenti adhaeret ‖ δυνατὸν B: ἀδύνατον ‖ ὁ λέων B; ἐλθὠν ‖ 14. ἡ δὲ B; δὲ ἡ ‖ 20. ἁπότ)

386
Νεμέσεως ἔργον τὸ εἰς τοὺς ἀδικηθέντας ἐμπεσεῖν· ἐμέρισε δὲ τὸ διήγημα, νῦν μὲν λέγων “οὺκ εἴασκεν,” ἑξῆς δὲ καὶ τὸ πῶς.

[*](A =)