Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

91. κεκλόμενοι ἑτάροισι] διδάσκει ὡς κἀν τοῖς δεινοῖς τὸ φιλάλ- [*](B-) ληλον σώζειν ἡμᾶς πέφυκεν. τοιοῦτοι δὲ οί Ἕλληνες “ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν” (Il. 3. 9).

ἐκ δʼ Ἀγαμέμνων πρῶτος] ἀποτυχῶν γὰρ Ἀχιλλέως λαμπρὸς [*](B=) εἶναι θέλει ἢ εὐκλεῶς ἀποθανεῖν.

[*](4. ἡνίκα B, ὅτι 10, 24. supplevi ex B ‖ 19. διδάσκει B)
384

94. *ὅ γε] ὁ Ὀιλεύς. 95. *τὸν δέ] τὸν Ὀιλέα.

τὸν δʼ ἰθὺς μεμαῶτα] δῆλον ὡς φερόμενον ὑπὲρ τοῦ ἀδελφοῦ· καὶ βοηθῶν φονεύε〈τα〉ι.

μετώπιον—νύξʼ, οὐδὲ στεφάνη — σχέθε] ὅπου ἐπὶ ἀνοχῆς ἐστιν ἡ μάχη, εὑρίσκομεν περιφυλάσσοντας καὶ τὰ γυμνά, “ᾖ ῥ’ ἴδε γυμνω- θέντα” (Il. 12. 389) καὶ ἄλλα πολλά· ὅπου δὲ ὀξυλαβ〈ε〉ίας χρεία, πρὸς τὸ ἀνώσασθαι μόνον αἱ πληγαί.

[*](A+)

μετώπιον] τὸ μεταξὺ τῶν ὠπῶν ἐπάνω τῆς ῥινός, ὡς “μεταμάζιον” (Il. 5. 19).

[*](A=B-)

98. πεπάλακτο] διεβρέχετο· “παλάσσετο δʼ αἵματι θώρηξ” (Il.5. 100) καὶ “λύθρῳ-παλάσσετο χεῖρας” (Il. 20. 503). φησὶν οὖν τὸν ἐγκέφαλον ἐμπεπλῆσθαιτοῦ αἵματοςʼ σφιγγομένουγὰρ τοῦ δόρατος ὑπὸ τοῦ ὀστέου ἔξω προελθεῖν εἴργεται τὸ αἷμα, ἔσω δὲ ἐπισυνάγεται, καθά- περ ἐπὶ τῶν βληθέντων λίθῳ, ὅταν συντριβῇ μὲν τὰ ὀστᾶ, μὴ διαιρεθῇ δὲ ἡ ἐπιφάνεια, ἐντὸς χεῖται τὸ αἷμα τῆς ἔξω φορᾶς εἰργόμενον.

πεπάλακτο] γράφεται “ κεκίνητο·” ἀλλʼ οὐκ εἰκὸς συνδεδεμένον τῷ ὀστέῳ τὸ δόρυ κινεῖν τὸν ἐγκέφαλον.

[*](B=)

100. στήθεσι παμφαίνοντας] οὐ συνάπτει έικάνωρ, ἀλλὰ τὸ “παμφαίνοντας” δηλοῦν φησι τὸ νέον αὐτῶν. Πῖρς δὲ ‘τὰ στήθη περιφαίνοντας.ʼ οἳ δὲ ὅλον “ στήθεσι παμφαίνοντας—χιτῶνας.”

[*](A+)

101. βῆ ῥ’ Ἶσον τε] Ποσ〈ε〉ίδιππος “Βήρισον” ὑφ’ ὅν Ἡρω- διανὸς νοεῖ διαλελυμένως τὸ “βῆ ῥʼ Ἶσον〉,” Ζηνόδοτος δὲ χωρὶς τοῦ ῥ’ “βῆ Ἶσον τε.”

[*](B=)

102. *φιλοτέχνως ἐδήλωσε διὰ τοῦ ἑξῆς στίχου, πότερος ἦν ὁ νόθος. ∗τὸ “ἄμφω” τῶν ἑξῆς ἐστιν.

[*](A=)