Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

838. σάωσον ἄγων] εὐτελεῖ λέξει τὴν σωτηρίαν προβαλλόμενος προθυμότερον αὐτὸν ἀπειργάσατο.

[*](B+)

829. μηροῦ δʼ ἔκταμʼ ὀιστόν] ἴδιον τοῖς κάμνουσιν ἐπιτάσσειν τοῖς ἰατροῖς ἃ χρὴ πράττειν.

830. ὕδατι λιαρῷ] θερμῷ· πραΰνει γὰρ τὰς ἀλγηδόνας.

ὕδατι λιαρῷ] εἰκότως· τὸ γὰρ θερμὸν αἵματος ἀγωγόν, τὸ δὲ ψυχρὸν ἐμποιεῖ φρίκην.

[*](B=)

ἤπια φάρμακα πάσσεν] ὡς ἀλγῶν πραέα φάρμακα βούλεται· ὃ δὲ ὡς εἰδὼς ῥίζαν πικρὰν βάλλει.

831. τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι] ἅμα καὶ πρὸς τὸ γνῶναι ἡμᾶς, ὅτι ἰατρὸς ὁ Πάτροκλος, ἅμα δὲ καὶ 〈ὅτι〉 οἱ κά- μνοντες σωτῆρας καὶ Ἀσκληπιοὺς εἰώθασι καλεῖν τοὺς ἰατρούς.

[*](A=)

*δεδιδάχθαι] Ζηνόδοτος “δεδάασθαι.”

[*](AB–)

832. δικαιότατος Κενταύρων] φιλοξενώτατος—οὕτως Ἐπαφρό- διτος· ὁ μόνος δίκαιος ἐν Κενταύροις· ὅμοιον δὲ τοῦτο τῷ “ μελάν- τερον ἠύτε πίσσα” (Il. 4. 277)’—δίκαια γὰρ τὰ ξένια. ἐπιμέλεια δὲ ἦν τοῖς παλαιοῖς μουσικῆς καὶ ἰατρικῆς τῆς ῥιζοτομικῆς.

833. * ἰητροί] ὀρθὴ ἀντὶ γενικῆς, ἀντὶ ἰατρῶν.

ἰητροὶ μὲν γάρ] ἀναγκαίως καὶ τοῦτο, ἵνα διὰ τὴν ἐρημίαν τῶν ἰατρῶν παραμείνῃ ὁ Πάτροκλος.

[*](B=)

835. χρηίζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος] ἄλλους ἰώμενοι νῦν τῆς ἄλλων ἐπικουρίας δέονται.

[*](A +)

χρηίζοντα καὶ αὐτόν] πρὸς τὸ δεύτερον ἀπήντησεν.

838. πῶς τʼ ἄρʼ ἔοι] διστάζει τίνα δεῖ σώζειν, αὐτὸν ἢ τὸ πᾶν πλῆθος· πῶς δὲ ἄρα νῦν ἔσπευδεν ὁ καὶ ἀπʼ ἀρχῆς λέγων “αἰδοῖος [*](3. ἐπικραταίους ‖ 22. σωτῆρας Bekker: σωτηρίας || 26. δικαιότατα B ‖ 27. δὲ ἦν B: οὖν)

431
νεμεσητός, ὅ με προέηκε πυθέσθαι” (649). §. ἡ δὲ τοῦ Ζηνοδότου [*](A=) “πῶς τʼ ἄρʼ ἔην;”

839. ἔρχομ〈αι,〉 ὄφρ’ Ἀχιλῆι] ὑμῶν ἕνεκα καὶ τὴν ὁδὸν ταύτην στέλλομαι.

842. ἦ, καὶ ὑπὸ στέρνοιο λαβών] ὑπολαβὼν αὐτὸν τοῦ στήθους. [*](B=) ὅρα ἐν ὅσῃ ἦν ἀνάγκῃ.

καὶ ὑπὸ στέρνοιο λαβὼν 〈ἄγε〉] ἄκρως τὴν ἐπικούρησιν ἐσήμανεν.

844. ἐκ μηροῦ τάμνε μαχαίρῃ] φασὶν ὅτι 〈δεῖ εἶναι〉 ἐν τῷ βελουλ- [*](B~) κεῖν ἐν οἵῳ 〈τις〉 σχήματι τέτρωται· καὶ λέγεται τοιοῦτόν τι· βέλος ἰατρὸς θέλων ἐξελκύσαι, 〈ὡς〉 οὐχ ὑπήκουεν αὐτῷ τὰ τῆς βελουλκίας, τὸν τραυματίαν ἤρετο, ἐν ποίῳ σχήματι ὄντι αὐτῷ τὸ βέλος ἐπη- νέχθη· ὃ δὲ ἱππεύοντι ἔφη, καὶ οὕτως ἀνακαθίσας αὐτὸν ἐξείλετο τὸ βέλος. ἢ οὖν ἑστάναι οὐκ ἠδύνατο, ἢ ὅτι ἡ χειρουργία οὔπω κατώρ- θωτο, ἢ ὑπὲρ τοῦ μὴ διατετάσθαι αὐτὸν καὶ αἱμορραγίαν γενέσθαι· καὶ ἄλλως τὸ τοῦ ὑπτίου σχῆμα τῷ ἑστῶτι πλησιάζει.

845. βέλος περιπευκές] ὡς καὶ βέλος “δριμύ, τό τε προ〈ῖεῖσι μογοστόκοι Εἰλείθυιαι ”〉 (270)· οὐ γάρ, ὅτι φαρμάκοις ἐχρίοντο.

846. ἐπὶ δὲ ῥίζαν βάλε πικρήν] τινὲς Ἀχιλλείαν τὴν βοτάνην [*](AB=) καλοῦσιν. καὶ πόθεν αὐτῷ τὸ φάρμακον; ἴσως μὲν συμπεριέφερε τὴν ῥίζαν ὡς χρήσιμον εἰ ἐντύχοι τραυματίᾳ φίλῳ· καὶ μάλιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, εἰδότα ὅτι ἐπὶ τραυματίαν πέμπεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἔσπασεν, ἔχων τὴν περὶ τὰς βοτάνας ἐμπειρίαν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισεν. §. λέγουσι δὲ αὐτὴν εἶναι τὴν ἀριστολοχίαν, ἣν [*](A=) καὶ ἴσχαιμον καλοῦσιν.

847. χερσὶ διατρίψας] διὰ τί “χερσί” καὶ οὐ μᾶλλον λειαντικοῖς [*](AB=) ὀργάνοις; ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ὥς φησι, κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου εἰς τὸ ἐμφράξαι τὸ τραῦμα· τῷ δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον βραχείας οὕσης τῆς τοῦ αἵματος φορᾶς. §. οὐκ οἶδε δὲ δίαιταν ἰατρικὴν ὁ ποιητής.

[*](3. Ἀχιλλῆι || 7. ἐπιπόλησιν ἐ. ‖ 8. supplevi ex Eust.: δεῖ Bekker ‖ ἐν τῷ Eust., om. Bekker : σὐ τὸ ‖ 9. supplevi ex Eust. || τοιοὐτόν τιβ. scripsi, τι τοιοῦτον ὅτι β. coni. W, ἱστορεῖται οὗν ὅτι ἰατρὸς βέλος ἐξέλκων Eust.: τίτος οὗτος τί β. ‖ 10. supplevi ex Eust. ‖ 16, 17. πρ ρ· οὐ γὰρ: suppl. W ‖ 18. πικρὰν ‖ 19. συμπεριφέρει B ‖ 20. ἐντύχοι A B: ἐντύχῃ || 21. ἔρχεται B ‖ 24. ἀριστολοχίαν etiam D: ἀριστολόχειαν A Eust. ‖ 28. ἀποπτύοντος A B; ἀποτύπτοντος ‖ 29. ἐπιτάσσει A. B; ἐπιτάσσει ‖ 30. αἵματος Bekker: τραύ- ματος ut A B)
432
[*](AB=)

1. ὣς ὃ μὲν ἐν κλισίῃσι] πάλιν μεταβέβηκεν ἐπὶ τὰς μάχας ὁ ποιητής. ἔδει γὰρ τὰ τῆς μάχης ἐπιέναι, ὅπως θεασάμενος Πά- τροκλος κινηθείη μᾶλλον εἰς ἔλεον· εἰ δὲ ἐπιμηκεστέρα γέγονεν ἡ ἐπι- μέλεια, μὴ θαυμάσῃς· διαφόρους γὰρ πράξεις ἐν ἑνὶ λέγειν καιρῷ ἀδύνατον.

[*](B-)

ὣς ὃ μὲν ἐν κλισίῃσι] τῆς ἠπιότητος Πατρόκλου τὸ μετὰ τὴν χειρουργίαν μὴ ἀποστῆναι Εὐρυπύλου. τάχα δὲ ἡ ἐπὶ τῷ Εὐρυπύλῳ ταραχὴ λαθέσθαι αὐτὸν ἐποίησεν ὧν ἔλεγεν· “δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον” (Il. 11. 654).

* Μενοιτίου ἄλκιμος υἱός] ἀντωνομασία.

[*](B–)

3. ὁμιλαδόν] καθʼ ὁμίλους, ὡς “φυλαδόνʼ” (Il. 2. 668) κατὰ φυλάς. οἷον οὐ καθʼ ἕνα ἄνδρα ἀλλʼ ὅλων τῶν τάξεων ἐγίνετο συμβολή. ἐπειδὴ γὰρ εἰπεῖν τι περὶ τοῦ τείχους βούλεται, διὸ συντέμνει τὴν μάχην.

[*](ΑB–)

οὐδʼ ἄρ’ ἔμελλεν] τετρωμένων τῶν ἀριστέων μένειν ἐν τῇ πε- διάδι Ἕλληνες οὐκ ἐδύναντο. ἀναγκαίως οὖν τὴν πεδιάδα μάχην ἐπὶ τειχομαχίαν 〈μεταφέρειν) βούλεται· τούτου γὰρ χάριν καὶ ἀνέπλασε τὴν τειχοποιίαν ὁ ποιητής, ὑπὲρ τοῦ ἀγῶνας κινῆσαι ἐπὶ τῇ τειχομαχίᾳ. τοῦτο μὲν οὖν ἐπὶ τοῦ Τρωικοῦ τείχους ἀμήχανον· θεοποίητον γάρ· ὑπὲρ δὲ τοῦ μηδὲ ταύτην καταλιπεῖν τὴν ἰδέαν ἐπὶ τῷ τῶν Ἑλλήνων τείχει τὴν τειχομαχίαν ποιεῖ. ἐπεὶ 〈δὲ〉 καὶ αὐτὸς ἀνήγειρε τὸ τεῖχος, διὰ τοῦτο καὶ ἠφάνισεν αὐτό, τὸν ἔλεγχον συνα- φανίζων. λάβοι δʼ ἄν τις τοῦτο πρὸς τοὺς χρόνους τοῦ ποιητοῦ, διότι οὐ μετὰ πολὺ τῶν Τρωικῶν γέγονεν. εἰ γὰρ ἐνῆν ὑπονοεῖν, ὅτι ἐκ τοῦ χρόνου κατέπεσε καὶ ἠφανίσθη ὡς αὐτοσχεδῶς ᾠκοδομημένον, οὐκ ἂν τῷ λήμματι τούτῳ ἐχρήσατο, ὅτι αὐτὸς Ποσειδῶν ἠφάνισεν· πάντας δὲ τοὺς ἐκ τῆς Ἵδης ποταμοὺς ἐπʼ αὐτὸ ἄγει ἐφʼ ἡμέρας θ΄, καὶ τοῦ Διὸς συνεχῶς ὕοντος καὶ τοῦ Ποσειδῶνος ἀναμοχλεύοντος τὰ θεμέλια· οὐ δυνάμενος δὲ ἴχνος τι ἀποφῆναι τοῦ μὴ γενομένου, διὰ τοῦτο καὶ οὐκ ἠρκέσθη τῇ τῆς δομήσεως ἀναιρέσει, ἀλλὰ καὶ ἀμάθῳ τὸν τόπον ἐκάλυψε, καὶ αἰγιαλὸς γέγονε τὸ πᾶν· τούτου δὲ [*](1. addidi: Ἰλιάδος τῆς μ textui inscriptum || 3. μ. εἰπεῖν A || 5. καιρῷ θεῖναι A ‖ 8. περὶ Εὐρύπυλον B || 13. συμβάλλοντες post ἄνδρα omisi ut B || 15. οὐτʼ ἄρʼ ‖ 17. supplevi ex B || 18. ἀνέπλασε B: ἀνέπλησε ‖ 21. sup- plevi ex B ‖ 26. λήμματι W: αἰτήματι; οἷον αἰτήματι οὕτως ἐργώδει Eust. ‖ 29. ἀποφῆναι scripsi, ἀποδεικνύναι coni. Bekker: ἀπαιτηθῆναι)

433
αἴτιον ἀποδέδωκε τὸ μηνῖσαι θεούς, θυσιῶν ἐπʼ αὐτῷ μὴ τυχόντας· οἷα καὶ 〈ἐν〉 τῇ οἰκοδομίᾳ αὐτοῦ εἰσήγαγε Ποσειδῶνα λέγοντα “οὐχ ὁράᾳς, ὅτι δʼ αὖτε καρηκομόωντες Ἀχαιοὶ τεῖχος ἐτειχίσ〈σ〉αντο ―οὐδὲ θεοῖσι δόσαν” (Il. 7. 447).

οὐδʼ ἄρʼ ἔμελλε τεῖχος ἔτι σχήσειν] οὐκ ἐδύνατο περὶ τὸ θεόκτιστον τεῖχος τοιαύτας περιπετείας 〈εἰσ〉αγαγεῖν.

5. * νεῶν ὕπερ] ἡ “ὑπέρ” ἡ τόπον ἢ ἐπικουρίαν δηλοῖ.

ἀμφὶ δὲ τάφρον] “ἀμφί” ἀντὶ τοῦ περί, ὥς φαμεν “περὶ τοῦτον τὸν [*](B–) τόπον οἰκῶ” τὴν πλησίον σχέσιν σημαίνοντες· οἳ δὲ ἐπὶ παρατάσεως τὸ “ἀμφί,” ὡς τὸ “ἵνα μιν περὶ πᾶσαν ἐέργοι” (Hes. Th. 127).

6. * ἤλάσαν] ἐξέτειναν, ἀπὸ τῶν σιδήρων· ἢ ἔσκαψαν.

[*](B–)

οὐδὲ θεοῖσι δόσαν] πάντων ἀρχηγοὺς ἡγεῖσθαι δεῖ θεούς· καὶ “οἴῃ [*](B–) δ᾿ οὐκ ἔρ〈ρ〉εξε” (l. 9. 536).

7. ὄφρα σφι ννῆάς τε καὶ ληίδ〈α)—ἐντὸς ἔχον ῥύοιτο] ἢ διὰ τοῦτο [*](A+ B–) αὐτὸ ἐποίησαν, ἵνʼ ᾖ τὸ ἐξῆς “ἤλασαν, ὄφρα σφιν,” ἢ οὐκ ἔδοσαν, ἵνα σῴζοι τὸν ναύσταθμον καὶ αὐτούς. διὸ νῦν ἀτυχοῦσιν ἐν αὐτῷ, ὕστερον δὲ φθείρεται.

9. τό κεν οὔτι πολὺν χρόνον ἔμπεδον] ἐν βραχεῖ τὸ κεφάλαιον τῆς συγγραφῆς ἐξέθετο· ἅμα δὲ δείκνυσιν, ὅτι β’ πρόσωπά ἐστι τὰ συνέχοντα τὴν Ἰλιάδα, καὶ παρεδήλωσέ τι τῶν ὕστερον, ὅτι μετὰ τὴν Ἀχιλλέως μῆνιν οὔτε Ἕκτωρ ἐβίω, εὐθέως δὲ καὶ ἡ Ἴλιος ἐλήφθη. §. πλεονάζει ὁ “κέν.” §. τὸ δὲ “ἔμπεδον” οὐκ ἔστιν ἀντὶ τοῦ ἀσφαλές—ἐπεπόρθητο γὰρ ὑπὸ Σαρπηδόνος (397), Ἕκτορος (438), [*](B–) Ἀπόλλωνος (Il. 15. 360—ἁλλ’ “ἔμπεδον” ἀντὶ τοῦ ἐν τῷ πεδίῳ κείμενον· ὕστερον γὰρ ἁλίπλοον ἐγένετο σὺν τοῖς θεμελίοις (28).