Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

794. εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει] εἰδὼς τὸ φιλό- δοξον αὐτοῦ ἐρεθίζει, φιλοψυχίαν καὶ φόβον ὀνειδίζων. δύο δὲ προ- βέβληται, καὶ ἀμφοτέρων ἐπέτυχεν. ἔστι δὲ ἀπάσης ἀντιλογίας στερητικόν· βοηθείτω γάρ, φησί, μὴ κινδυνεύων αὐτός.

797. αἴ κεν τι φόως Δαναοῖσι] ὡς νῦν αὐτῶν ἐν σκότῳ ὄντων.

[*](B=)

798. καί τοι τεύχεα καλὰ δότω] οἶδε τὸ φιλότιμον Ἀχιλλέως, ὅπως ἡ δέξα τῆς μάχης πάλιν εἰς αὐτὸν ἀναδράμῃ. ἅμα δὲ καὶ θερα- πείαν ἔχει Ἀχιλλέως, εἰ 〈διὰ〉 τὰ ἐκείνου ὅπλα ὀφθέντα καὶ ἄλλος τις δόξας εἶναι Ἀχιλλεὺς ἀριστεύει. §. προπαρασκευάζει τὴν Ὁπλοποιίαν.

[*](A+)

799. τῷ εἴσκοντες] διὰ τῆς ει Ἀρίσταρχος· Ζηνόδοτος διὰ τοῦ ι. ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ι βραχέος φησὶν εἶναι τὴν γραφήν.

[*](B=)

800. ἀρήιοι υἱοὶ Ἀχαιῶν] εὖ τὸ ἐπίθετον· πολεμικοὶ μὲν ὄντες, τὸ δὲ νῦν δυστυχοῦντες.

[*](AB–)

801. ὀλίγη δέ τʼ ἀνάπνευσις] πρὸς τὴν ἀναπνοὴν μόνον, φησί, γένεσθε σύμμαχοι, ὅτι ἐν βραχεῖ καὶ συντόμῳ δύναται αὐτοῖς τὰ τῆς ἐπικουρίας γενέσθαι, καὶ διδάσκει, πῶς “ῥεῖα γὰρ ἀκμῆτες” (802)· ἢ καθολικόν ἐστιν. ἡ ἀνάπνευσις τῶν νικωμένων παρὰ μικρὰν ῥοπὴν γίνεται, καὶ πολλάκις ἑνὸς ἀνδρὸς ἐπιφάνεια ἢ φόβου ὑπόνοια μεταβολὴν τῆς τύχης ἀπειργάσατο.

802. ῥεῖα δέ κʼ ἀκμῆτες] διὰ τῶν ἰδίων εἰς ζῆλον, διὰ τῆς θυσίας ὡς παρὰ συνθήκας ποιοῦντας, διὰ τῆς ἀναμνήσεως τῶν πατέρων ὡς παραβαίνοντας τοὺς τῶν πατέρων λόγους. ἐναντιώσεις τῶν μαντείων ἔλυσεν, Ἀχιλλέως τὸ φιλόδοξον ηὔξησεν· εἶτα ὅτι καὶ εὐχερὴς ἔσται ἡ χάρις. τίς οὖν οὐκ ἂν ἕλοιτο καμὼν οὐδὲν πολλῶν ἐγκλημάτων [*](A~B+) ἀπαλλάσσεσθαι; §. “τὲ δὲ (“κεκμηότας〉—ἀυτῇ τῇ μάχῃ κεκμη- κότας. δύναται τὸ “ἀυτῇ” καὶ τῶν προκειμένων χωρισθὲν ἐπὶ τὰ ἑξῆς φέρεσθαι, ἵνʼ ᾖ, βοῆς μόνον δεῖ καὶ νενικήκαμεν· τοῦτο γὰρ οἰκειότερον εἰπεῖν τῷ ῥᾳδίαν ἀποφαίνοντι τὴν νίκην.

803. * ὤσαισθε προτὶ ἄστυ] ὅτι καὶ πρὸς τὸ μόνον ἀποσοβῆσαι τοὺς πολεμίους ἱκετεύομεν.

[*](2. γὰρ τὸ scripsi cf. Eunt.: τοῦτο || 3. ἀνύσει ‖ 4. θ. φρ. ᾗσιν ‖ 8. τοι ‖ 11. supplevi cf. Eust. ‖ μὲν post ἐκ. omisi ut B || 17. ἀνάγκην ut B: corr. Warnkross ex A ‖ 18. ὅτι scripsi, εἰ coni. W cf. B: ἤ || 27. οὐδὲν W cf. Eust.: οὖ δεῖ)
429

805. βῆ δὲ θέειν] τὴν προθυμίαν ἐδήλωσε τὸ “θέειν·” διὰ τοῦτο [*](B–) καὶ πάλιν ἐπανέλαβε τὴν λέξιν “ἷξε θέων” (807). εὖ δὲ καὶ τὸ μὴ ‘Ἀχαιῶν χαλκοχιτώνωνʼ φάναι· τὸ μὲν γὰρ τοῦ κύκλου, τὸ δὲ τὴν ὁρμὴν ἐνέφηνε τὴν ἐπὶ τὸν Ἀχιλλέα.

808. τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί] ἐν δὲ τοῖς πρώτοις μονον“ἥ ῥʼ ἐν μεσ〈σ〉άτῳ ἔσκε” (l. 8. 223)· εὐσεβὲς δὲ τὸ καὶ ἐν πολέμῳ βωμοὺς ἔχειν.

809. ἔνθα οἱ Εὐρύπυλος] πιθανῶς τὸ μὴ εὐθὺς ἀπιέναι πρὸς Ἀχιλλέα. ἀνῄρητο γὰρ 〈ἄν) ἡ ἐν μέσῳ διάθεσις καὶ ἡ τειχομαχία. ἔνθα—Εὐρύπυλος] οἰκονομικῶς, ἵνα καὶ τῇ θέᾳ τοῦ τρωθέντος καὶ [*](B=) τοῖς λόγοις αὐτοῦ πλέον ὀρινθῇ καὶ τῷ ἐσομένῳ πτώματι τοῦ τείχους.

810. κατὰ μηρὸν ὀικτῷ, σκάζων] Μαχάων δὲ καίτοι κατὰ τὸν ὦμον τρωθεὶς ὑφʼ ἑτέρου κομίζεται (598), ἢ ὅτι ἰατρός, ἢ καὶ ὅτι εὐτυχοῦντος τοῦ στρατοῦ, ὃ δὲ παντελῶς ἀπορίας οὕσης· ἄλλως τε χρησίμως ᾠκονόμηται ἀμφότερα.

811. σκάζων ἐκ πολέμου, κατὰ δὲ νότιος ῥέεν ἱδρώς] διὰ βραχέων [*](Β=) πολλὰ δεδήλωκεν· τοῦ μὲν γὰρ καμάτου σημεῖον ὁ ἱδρώς, τραύμα- τος δὲ αἷμα, ἀλγηδόνος 〈δὲ) τὸ σκάζειν. §. “νότιος” δὲ “ἱδρώς” [*](A+ B=) ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος.

813. αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν] καίτοι ἐν [*](B-) ἐσχάτοις ὄντος τοῦ σώματος· οἰκονομικῶς δὲ τοῦτο· ἵνα γὰρ εὐσταθῶς ὁμιλῇ Πατρόκλῳ, τὸν νοῦν Ὅμηρος ἐφύλαξεν αὐτῷ.

814. τὸν δὲ ἰδὼν ᾤκτειρε] ἔστι μὲν γὰρ ἐνηής (Il. 23. 252)· πλέον δὲ 〈ἢ〉 τοῖς λόγοις Νέστορος καὶ τῷ καιρῷ ἐπικέκαμπται.

816. ἆ δειλοὶ Δαναῶν ἡγήτορες] εὖ τὸ μὴ πρὸς Εὐρύπυλον ποιή- [*](B =) σασθαι τὸν λόγον, μηδὲ τὴν τούτου συμφορὰν ἀπολοφύρασθαι, ἀλλὰ τοὺς σύμπαντας ἡγεμόνας ἀνακαλεῖν καὶ τούτων ὀδύρασθαι τὰ παθήματα, ἐν τῷ Εὐρυπύλῳ θεασάμενον αὐτά.

817. * ἐμέλλετε] ἐῴκειτε.

820. ῥʼ ἔτι—σχήσουσι] ὅρα οὖν, ὅτι παντελῶς ἀπεγνώκει τὰ [*](B–) Ἑλληνικά, καμφθεὶς ὑπὸ τῶν Νέστορος λόγων· εἰκότως οὖν δακρύων ἐντυγχάνει.

ἤ ῥ’ ἔτι που σχήσουσι] ἐν ἤθει, 〈ἵνα〉 φθάνω, φησί, τῷ Ἀχιλλεῖ ταῦτα μηνῦσαι.

[*](2. ἐπαναλαμβάνεται B ‖ 26. ἀπολοφύρεσθαι B || 28, θεώμενον B ‖ αὐτὰ B: αὐτῷ ‖ 33. suppl. W)
430
[*](AB–)

823. οὐκέτι—ἄλκαρ Ἀχαιῶν—ἀλλʼ ἐν νηυσῖ—πεσέονται] οἱ Τρῶες, ὡς Ἐπαφρόδιτος, ὡς τὸ “ἐν δʼ ἔπεσʼ ὑσμίνῃ” (297) καὶ “ἔμπεσʼ ἐπικρατέως” (Il. 16. 81)· δύναται δὲ καὶ ἐπὶ τῶν Ἑλλήνων· εἶπε γὰρ “καί νυ κεν ἐν νήεσ〈σ〉ι πέσον φεύγοντες” (311).

826. βεβλημένοι οὐτάμενοί τε] σύμφωνα ταῦτα τοῖς ὑπὸ Νέστορος εἰρημένοις, ἵνα ἀμφοτέρωθεν κινηθῇ ὁ Πάτροκλος· εὖ δὲ καὶ τὸ μὴ ὀνομαστὶ τοὺς τετρωμένους καταλέγειν—ὅπερ ποιεῖ ὁ Νέστωρ—ἅμα μὲν διὰ τὴν ταντολογίαν, εἶτα ὅτι καὶ τραυματίας ἐστι πολυλο- γεῖν οὐ δυνάμενος.

βεβλημένοι οὐτάμενοί τε] κεφάλαια τῶν λόγων Νέστορος.