Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

78. πάντες δʼ ῇτιόωντο] οἱ Ἑλληνικοί, ὅτι εἰ μὴ ἐπεκούρει Τρωσὶν ἐνίκησαν ἂν οἱ Ἕλληνες. §. τούτους δὲ Ζηνόδοτος οὐκ οἶδεν, Ἀρι- [*](A=) στοφάνης δὲ ἀθετεῖ.

84. ἱερὸν ἤμαρ] ἕως ὥρας ἕκτης, ἕως μεσημβρίας, ὅτε θυσίαι [*](B–) γίνονται καὶ τὰ πρακτικὰ πάντα. “ κνέφας” δὲ “ἱερόν” (194)· καὶ γάρ φησι “μακάρων τοι νύκτες ἔασιν” (Hesiod. Opp. 730).

86. ἦμος δὲ δρυτόμος] ἄκρως τὸν καιρὸν ἐδήλωσεν, ἀπὸ τῶν [*](AB=) κατειθισμένων καὶ πᾶσι γνωρίμων τὴν δήλωσιν ποιησάμενος· οὔπω γὰρ ἦν ὥραις μετρητὴ ἡ ἡμέρα. ὁρᾶται δὲ ἡ ἀρετὴ τῶν Ἑλλήνων, ὅτι οὐδὲ τῷ καιρῷ παραχαροῦσι τῷ πάντα τὰ σώματα διαλύειν 〈ἐκ〉 τῶν ἔργων πεφυκότι.

*ἧμος δὲ δρυτόμος] ὅτε ὁ δρυτόμος ἐπὶ τὸ ἑωθινὸν ἔρχεται ἄριστον. [*](A+) ώπλίσ〈σ〉ατο δεῖπνον] τὸ ἑωθινὸν ἄριστον· εὐθέως γὰρ μετὰ τὸν [*](B-) ὄρθρον αὔξην λαμβανούσης τῆς ἡμέρας ὁ ὑλοτόμος ἐπὶ τὸ ἑωθινὸν ἄριστον ἔρχεται. ὅτι γὰρ τὸν ἑωθινὸν καιρὸν δηλοῖ, σαφὲς ἐξ ὧν κατὰ τὴν Πατρόκλειάν φησιν “ὄφρα μὲν ἠέλιος μέσον οὐρανὸν— τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο” (Il. 16. 777).

87. *ἐκορέσσατο χεῖρας] ἀντὶ τοῦ ἔκαμεν.

89. σίτου τε γλυκεροῖο] διδαχὴ μετὰ τοὺς πόνους ἐμφορεῖσθαι [*](B-) σιτίων πρὸς τὸ εὐόρεκτον, ὡς καὶ ωκράτης πολλὰ περιπατήσας ἑσπέρας πρὸς τὸν ἐρόμενον “τί τηνικάδε, ὦ Σώκρατες;” ὄψον ζητεῖν ἔφη (cf. Athen. IV 157e).

90. τῆμος σφῇ ἀρετῇ] ώσεὶ λέγοι, ὅτι κεκοπωμένοι μὲν τοῖς [*](B=) σώμασιν, ἀντιτασσόμενοι δὲ 〈τῷ κόπῳ〉 ταῖς ψυχικαῖς ἀρεταῖς.

ῥήξαντο φάλαγγας —ἐν δʼ Ἀγαμέμνων—ἕλε (δʼ) ἄνδρα] ἐν [*](B–) κεφαλαίοις εἰπὼν ὡς ἀνῆρηνται, τὸ πῶς ἐπάγει κατὰ μέρος· διὰ δὲ τοῦ φόνου τοῦ δευτέρου ἐδήλωσε καὶ περὶ τοῦ πρώτου· εἰπὼν γὰρ ὡς ἐξ ἵππων κατεπάλμενος ἀνήρηται δηλοῖ, ὡς ὁ πρῶτος ἐπιβεβηκώς τῷ δίφρῳ πεφόνευται· σύνδυο οὖν ἀναιροῦνται, ὡς κἀν τῇ Διομήδους ἀριστείᾳ (Il. 5. 159).