Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

688. πολέσιν γὰρ Ἐπειοί] δεῖ τὸν λόγον οὕτως ἔχειν· πολλοῖς γὰρ Ἐπειοὶ χρεῖος ὤφειλον, ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν. §. εἰς τὸ “ὄφελλον” ὑποστιγμὴν δεῖ γράφειν, εἰς δὲ τὸ [*](A+ B=) “ἦμεν” τελείαν· εἶτα ἐπέζευξεν ὁπόθεν “κεκακωμένοι· ” “ἐλθὼν γὰρ ἐκάκωσε” (690)· ἐὰν δὲ εἰς τὸ “ὄφελλον” τελειώσωμεν, ὁ ἑξῆς στίχοε κατ ἰδίαν ἀναπεφώνηται, καὶ τὸ “ὡς ” (689) ἀντὶ τοῦ οὕτως δεχόμεθα.

[*](Α+)

* ὄφειλον] Ἀρίσταρχος “ὄφειλον.”

689. * ὡς] ἀντὶ τοῦ οὕτως· καὶ ἔστιν ἀπʼ ἄλλης ἀρχῆς.

[*](3. κρηπῖδα ‖ 4. supplevi ex B || 6. μικρὰ cf. B || 7. ἐμβραδύνοντος δεινὴ γέ- νηται ἡ τειχομαχία scripsi, ἐμβραδύνῃ 〈ἕως γένηταιτὰ 〉 περὶ τὴν τειχομαχίαν vel ἐμβραδύνῃ, πρὸς τήν τειχομαχίον coni. W ex Eust. p. 887, 12: ἐμβραδύνῃ περὶ τῆς τειχομαχίας || 15. γέγηθε ‖ 22. ὠφείλετε χρ. ‖ οἷς B: καὶ ‖ 23. λαμβάνοντες κ. B || 27. ὄφελον ἕως 30. ὄφειλον || 32. A. ἀφεῖλον cf. A)
421

690. ἐλθὼν γὰρ ἐκάκωσε] οὐ διὰ τὰ καθάρσια Ἰφίτου πορθεῖται ἡ [*](B-) Πύλος, ἐπεί τοι 〈πῶς〉 Ὀδυσσεὺς μείζων Νέστορος (Od. 21. 16), καὶ παρʼ Ὁμήρῳ οὐκ οἴδαμεν φονέα καθαιρόμενον ἀλλʼ ἀντιτίνοντα ἢ φυγαδευόμενον· ἢ οὖν διὰ τὴν ὑπερηφανίαν Περικλυμένου, ἢ ὅτι Ὀρχομενίοις κατὰ Θηβαίων ὡς συγγενεῖς συνελάβοντο· ὅτι δὲ συγ- γενεῖς Ὀρχομένιοι Πυλίων, φησὶν “εἴ που—ἢ 〈που〉 ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ” (Od. 11. 458) καὶ “ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυηίῳ ἶφι ἄνασσεν· ἣ δὲ Πύλου βασίλευε” (ib. 284)· Αὐγείας δὲ ἐν α΄ Ἀργολικῶν φησι τῶν ηρυον〈εί〉ων βοῶν ἀφελέσθαι Νηλέα, ὅθεν Ἡροκλέα Νέστορι παραδοῦναι τὴν ἀρχήν· Τελέσαρχος δὲ ἐν τοῖς Ἀρ- γολικῖς ἄγοντα τὰ χρύσεα μῆλα καὶ τὸν ζωκτῆρα καὶ τὰς Διομήδους ἵππους εἴργεσθαι ἐπιβαίνειν τῇ πόλει, καὶ τοῦ Νέστορος κωλύοντος.

βίη Ἡρακληείη] ἐπεὶ τῶν ἀδελφῶν Νέστορος φονεὺς ἐγένετο, αὐτοῦ δὲ ἐφείσατο, πρὸς ἑκατέραν ἁρμοζόμενος τύχην οὔτε βλάσ- φημόν τι προσήρτησε τῷ “βίη” οὔτε ἐπαίνου ἐχόμενον, ὁποῖον εἰώ- θαμεν λέγειν “ἱερὴ ἲς Τηλεμάχοιο” καὶ “ἱερὸν μένος Ἀλκινόοιο.”

692. δώδεκα γὰρ Νηλῆος] ἐκ Νηλέως τοῦ Τυροῦς καὶ Ποσειδῶνος [*](B -) 〈καὶ ἐκ Χλώριδος〉 τῆς Ἀμφίονος καὶ Νιόβης γίνονται παῖδες οἵδε· Περικλύμενος, Πεισίστρατος, Ἄλκιμος, Ὑψήνωρ, Νέστωρ, Πύλαι- μένῃς, Λυσίμαχος, Ἱπποκόων, Πεισήνωρ, Ἱππόλοχος, Ἀγησίλαος, Λύσιππος. γαμεῖ δὲ Νέστωρ Μνησιόχην τὴν Ἀμφιδάμαντος, ἐξ ἧς ἔχει παῖδας ζ΄· λόγος δέ ἐστιν ὅτι Χλῶρις ἐπὶ τελευτῇ τῶν παί δων ἀγχόνῃ διεχρήσατο.

δώδεκα γὰρ Νηλῆος] πῶς οὖν ἐκεῖ φησι “Νέστορά τε Χρομίον τε [*](A +) Περικλύμενόν τε” (Od. 11. 286); ἢ οὖν τρεῖς ἦσαν ἐκ Χλώριδος, ἢ τοὺς ἀρίστους κατέλεξεν· Χρομίος ὡς πρεσβύτης, Νέστωρ συνετός, Περικλύμενος ἀνδρεῖος.

693. *τῶν οἶος λιπόμην] τὸ οὖν “κεκακωμένοι ἐν Πύλῳ ἦμεν” [*](A+) (689) συλληπτικῶς· ἐν Γερηνίοις γὰρ ἀνετρέφετο.

697. κρινάμενος τριηκόσια] ἴσως τὰ πρόβατα μόνα· φησὶ γὰρ [*](A+) “καὶ πῶυ μέγʼ οἰῶν” (696).

699. τέσσαρες—ἵπποι] δύο συνωρίδες, ἵνα, εἰ ἡ ἑτέρα πάθοι 〈τι〉, [*](A+ B -) ἡ ἑτέρα ἀγωνίζοιτο· ἢ ἄμφω πρὸς μίαν νίκην· τετρώρῳ γὰρ οὐ [*](2. suppl. W 3. ἀντιτίνοντα Bekker: ἀντιτείνοντα ‖ 5. συνεβάλοντο ‖ 8. ἐν α΄ Bekker: ἔνα 8. Ἀγίος coni. cf. Philol. Unt. VI 180 ‖ 9. Γηρυόνου coni. Bekker || 14. ἁρμοζόμενον || 18. supplevi ex B 1 25. ἢ scripsi: τι ‖ 29. πορὰ τοῖς Γερήνοις A ‖ 30, ἄβατα: corr. W, cf. A 31. μέγα)

422
χρῶνται ἥρωες. οἱ δὲ ώς Ποσειδῶνος υἱὸν τετρώρῳ φατὶ χρῆσθαι· ἵππιος γὰρ ὁ θεός.

700. * ἄεθλα] τὰ ἐπάθλια.

[*](B -)

περὶ τρίποδος γὰρ ἔμελλον] οὐκ οἶδε τὰ Ὀλύμπια, ἀλλὰ περί τινος χρηματικοῦ ἀγῶνός φησιν· πῶς γὰρ Αὐγείας, ἐφʼ ᾧ Ἡροκλῆς τὸν ἀγῶνα ποιεῖται, ἀφῄρηται τοὺς ἵππους; στέφανον δὲ ὅλως οὐκ οἶδεν ὁ ποιητής, οὐκ ἐν νίκῃ, οὐκ ἐν θυσ ίαις, οὐκ ἐν συμ- ποσίῳ· πῶς δὲ οὐκ ἐμνήσθη ἐν τῷ Καταλόγῳ “ Ὀγχηστόν θʼ ἱερόν. Ποσιδήιον ἀγλαὸν ἄλσος” (Il. 2. 506: cf. hymn. in Apol. 230); Πισᾶται δὲ ἐπεμέλοντο τοῦ ἀγῶνος· καὶ ἐπεὶ Μεσσηνίοις κατὰ Λακε- δαιμονίων συνεμάχησαν, Ἠλεῖοι δὲ 〈Λακεδαιμονίοις〉, Λακεδαιμόνιοι καθελόντες αὐτοὺς τούτοις παρέσχον τὴν ἀρχήν.

702. τὸν δʼ ἐλατῆρʼ ἀφίει] τὸν ἑκατέρας συνωρίδος ἐλατῆρα, ὡς “ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη” (Od. 1. 335).

[*](B+)

703. * ἐπέων κεχολωμένος] ὡς καὶ βλασφημηθέντος αὐτοῦ ἐν τῇ ἀφαιρέσει.

704. τὰ δʼ ἄλλʼ εἰς δῆμον ἔδωκεν δαιτρεύειν] “ἐς δῆμον” τοῖς δανείσασι μερίζει.

[*](Α~)

705. μή τις οἱ ἀτεμβόμενος κίοι ἴσης] “ἴσης” τῶν ὀφειλομένων, οὐ πᾶσιν ἴσης.

[*](A+)

*Ζηνόδοτος οὐδὲ γράφει.

706. ἀμφί τε ἄστυ ἔρδομεν —θεοῖς] τοῖς περὶ τὸ ἄστυ θεοῖς.

[*](A +)

708. πάντες ἦλθον] εἰς τὸ “ἦλθον” διαστολή.

[*](A +)