Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

667. * Ἀργείων ἀέκητι] 〈μὴ〉 δυναμένων ἀμῦναι.

[*](1. schol. cum p. 417, 26 coniunctum ‖ 5, 6. τὸ νεμεσητός B: τὸν νεμε- σητὸν || 8. Ἀχιλλεύς ‖ οἰκτείρει B ‖ 9. τὸ B: τὸν ‖ 28. νῆες θέρωνται textus: νῆας ἔλῃ ‖ 32. καύσουσιν B: καύσωσιν ‖ supplevi ex B ‖ 33. suppl. sec.)
419

668. αὐτοί τε κτεινώμεθα] πικρῶς καθάπτεται τῆς ὠμότητος [*](B=) Ἀχιλλέως, εἰ ἀναμενεῖ τοὺς Ἀχαιοὺς ἰδεῖν ἑξῆς φονευομένους. ἐλεεινῶς δὲ καὶ ἑαυτὸν καταλέγει.

οὐ γὰρ ἐμὴ ἴς ἐστι] ἐρεθιστικὸν τοῦτο. εἰ γὰρ ἐγὼ νέος ἦν, οὐκ [*](B-) ἂν ὑμῶν ἐδεόμεθα συμμάχων· ἐντέχνως δὲ πρὸς μὲν τοὺς θυμου- μένους 〈τὴν φρόνησιν〉 “καὶ μέν μευ βουλέων ξύνιον” (Il. 1. 273)· εὐβουλίας γὰρ ἑώρα δεόμενον τὸν καιρόν· πρὸς δὲ τὸν ἀργοῦντα τὴν ἥβην 〈φέρει〉, ζῆλον ἐμποιῶν τῶν ἔργων.

670. τἴθʼ ὣς ἡβώοιμι] διδάσκει ὡς οὐ δεῖ ἐπὶ ἀπράκτοις ἀναλί- [*](B=) σκειν τὰς ἡλικίας. ἴδια δὲ διηγεῖται κατορθώματα, εἰς ζῆλον καλῶν τὸν ἀκούοντα. καὶ διὰ τοῦ παρὰ γνώμην τοῦ πατρὸς πολεμῆσαι προτρέπεται αὐτὸν τὸ ὅμοιον ποιῆσαι. §. ἔστι δὲ μείλιχος Πάτροκλος· διὸ ἱστάμενος αἰδεῖται τὸν γέροντα (649).

671. ὡς ὁπότʼ λείοισι] ἐξ ἀναστροφῆς τὸ διήγημα· ἐπὶ γὰρ [*](A + B=) τοῖς ἐπιμηκεστέροις τῶν διηγημάτων τὸ μὲν ἀπʼ ἀρχῆς ἰέναι ἐπὶ τὴν ἀφήγησιν ἀμβλυτέραν τὴν ἀκρόασιν καθίστησι, τὸ δὲ ἐκ τῶν πρακ- τικῶν ἄρχεσθαι ἡδύ· ἡ δὲ ἀρχὴ τοῦ διηγήματος οὕτως ἔχει. Ἡρα- κλῆς ἐκάκωσε τὴν Πύλον καὶ τοὺς ια΄ τῶν Νηλέως παίδων ἀνεῖλεν· διὸ. Ἠλεῖοι καταφρονήσαντες τῶν Πυλίων ἔθλιβον αὐτούς· καὶ δὴ Αὐγέας ὁ τῶν Ἠλείων βασιλεὺς ἀφικομένους ἵππους Νηλέως ἐπὶ τὸν Ὀλυμπικὸν ἀγῶνα ἢ τινα τῶν ἐπιταφίων ἀφείλετο. τοῦτο ἐκίνησε Πυλίους. γενο- μένης δὲ μάχης ἄλλοι τε ἀποθνήσκουσι καὶ Ἰτυμονεὺς ὑπὸ τοῦ Νέστο- ρος. νικήσαντες δὲ Πύλιοι τὴν λείαν διενείμαντο. ἐπιστρατεύουσι δὲ. αὐτοῖς ἡμέρᾳ τρίτῃ 〈ἐκεῖνοι〉· πολιορκούντων δὲ αὐτῶν τὸ Θρύον φήμη τις ἦλθεν εἰς Πύλον μηνύουσα τὴν ἔφοδον τῶν πολεμίων. στρατεύσαντες δὲ Πύλιοι πάλιν νικῶσι τοὺς Ἠλείους, καὶ ἀριστεύει ὁ Νέστωρ.

672. ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα] τὸ ἑξῆς, “ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα [*](A=) ―ῥύσιʼ ἐλαυνόμενον.”

674"* ῥύσια] τὰ ἀντί τινων ἑλκόμενα, 〈οἱονεὶ〉 ἅπερ ἀντὶ τῶν [*](B=) ἡρπασμένων ἁρπάζομεν.

675. * ἔβλητʼ ἐν πρώτοισιν] ἢ πρῶτον ἀνῃρῆσθαι αὐτόν φησιν, [*](B=) ἢ ἐν πρώτοις μαχόμενον.

[*](1. κτεινόμεθα ‖ 2. εἰ B: ἡ ‖ ἀναμένει ut B ‖ 3. ἑαυτὸν B: ἑαυτοὺς ‖ 4. εἴγε ἐγὼ B ‖ 6. suppl. W ex B ‖ 7. τοὺς ἀργοὐντος B ‖ 8. supplevi ex B ‖ τῶν ἔργων B: τὸν ἔργον ‖ 13. ἱστάμενον ‖ 19. περιφρονήσαντες B Αὐγέας etiam A D: Αὑγείος B ‖ 20. Ὀλυμπιακὸν B ‖ 23. οἱ περὶ Πύλον B ‖ διενείμαντο B: διενέμοντο ‖ 24. supplevi ex B ‖ τὸν θ. B ‖ 29. supplevi ex B ‖ 30. ἡρπἀζομεν ut B)
420
[*](B=)

676. περίτρεσαν] περὶ πᾶσαν ὁδόν. §. καὶ ὅτι ἀποθανόντος Ἕκ- τορος φευξοῦνται πάντες.

677. “ληίδα” ὡς “κρηπίδα” (Pind. fr. 196).

[*](B -)

ληίδα δʼ ἐκ πεδίου] αἰδήμων ὁ Πάτροκλος· ἐπειγόμενος 〈γὰρ〉 ἀνέχεται τοῦ γέροντος μακρολογοῦντος· οἰκονομικῶς δὲ πέπλασται τῷ ποιητῇ ἡ μακρὰ διήγησις, ἵνα ὁ Εὐρύπυλος ἐκ τῆς μάχης φθάσας ἐλθεῖν περιτύχῃ Πατρόκλῳ, καὶ παρὰ τούτῳ 〈αὐτοῦ〉 ἐμβραδύνοντος δεινὴ γένηται ἡ τειχομαχία· εἰ γὰρ ταχέως ἐπανῆλθε πρὸς Ἀχιλλέα καὶ ἐκπεμφθῆναι ἑαυτὸν ἔπεισεν εἰς τὴν μάχην, ἀνῃρέθη ἂν ἡ τιχομαχία, δι’ ἣν ἐπλάσθη τὸ τεῖχος.

[*](AB=)

ἤλιθα] λίαν ἠθροισμένην· καὶ ἠλίθιος ὁ παχὺς τὸν νοῦν καὶ μὴ ἀκριβής. ἢ παρὰ τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι.

678. *ἑκάστῳ τὸ οἰκεῖον ἀπένειμεν· οὐδὲ πεζῷ δὲ λόγῳ τις 〈ἂν〉 εἶπεν αὐτὰ ἄλλως.

683. γεγήθει δὲ φρένα Νηλεύς] ἥσετε οὖν καὶ ὑμεῖς τοὺς γονεῖς.

684. οὕνεκά μοι τύχε πολλά] ἐπετέτευκτο ἢ περιγέγονεν· τὸ γὰρ τῆς τύχης ὄνομα οὐκ οἶδεν ὁ ποιητής, τὰ δὲ ἀπʼ αὐτοῦ ῥήματα.

οὕνεκά μοι τύχε πολλά] ταῦτα ἐρεθιστικὰ πρὸς νέον λεγόμενα, ἵνα ἀκούσας Ἀχιλλεὺς ὡς φιλότιμος ζηλωτὴς γένηται.

685. * ἐλίγαινον] ὀξέως ἐβόων.

[*](A+)

686. *χρέως] οὕτω “χρέως.”

[*](B=)

χρέως ὠφείλετο] “ χρέως” δάνειον· οἷς γὰρ οἱ ὀφείλοντες κατα- βάλλονσι, καὶ οἱ ἀδίκως ἁρπάσαντες καταβάλλειν ὀφείλουσιν.

687. *οἳ δὲ συναγρόμενοι] συνηθροισμένων δὲ τῶν Πυλίων οἱ ἡγήτορες ἐμέριζον.