Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

709. Μολίονε] παρὰ τὸν μῶλον, ἢ ὅτι Μόλουἦν ἡ Μολι〈ό〉νη θυγάτηρ.

710. οὔ πω μάλ〈α) εἰδότε θούριδος ἀλκῆς] καὶ πῶς καυχᾶται παρ’ ὀλίγον αὐτοὺς ἑλών; ἢ ὅτι τερατώδεις τινὲς ἦσαν, ὡς Ἡσίοδος(cf fr.13 M.),ἄμφω ἐν ἑνὶ σώματι ὄντες· ὡς δέ τινες, λἑκάτεροι δύο σώματαεἶχον.

[*](A+ B=)

711. Θρυόεσσα πόλις] ἣν εἶπε καὶ Θρύον “ Ἀλφειοῖο πόρον” [*](B=) (Il. 2.592). §. αἱ περιγραφαὶ δὲ προσεκτικοὺς ποιοῦσι τοὺς ἀκροατάς.

712. τηλοῦ ἐπʼ Ἀλφειῷ] ὥσπερ τὸ “ Ἀλφειοῖο πόρον” (Il. 2. 592) διʼ οὗ περᾷ ὁ Ἀλφειός, οὐχ ὅτι ἐκεῖθεν ἄρχεται ἢ ἐκεῖ περαι- [*](B-) οῦται. §. τὸ δὲ “νεάτη” ἔσχατον ὅριον συνάπτουσα τῇ Ἤλιδι.

[*](A+)

714. ἄμμι δʼ Ἀθήνη] “ἄμμι δε·” ἢ οὗτος ὁ “δέ” ἢ ὁ πρὸ τοῦ “ἀέκοντα” (716) πλεονάζει· καὶ διχῶς ἡ στιγμή.

[*](2. ἵππιος A: ἵππειος || 3. ἀέθλια textus ‖ 9. Ποσειδήιον ‖ 10. μεσήνιοι || 19. ἀπολομένων: corr. W ex A ‖ 20. π. ἴσα ‖ 24. τ. μόλον ‖ supplevi ex schol. A 750 || 30. πόρον B: πόρρω || 33. πρὸ τοῦ scripsi: πρὸς τὸ)
423

715. ἄγγελος ἦλθε] οὐ πεμφθεῖσα ὑπό τινος, ἀλλʼ ἀφʼ ἑαυτῆς, [*](B=) ὡς “Ἶρις δʼ αὖθ· Ἑλένῃ (Il. 3. 121).

τότε μὲν πρὸς ἀγροίκους αἰφνίδιος ἦν ἡ μάχη, νῦν δὲ πρὸς παρα- [*](B=) σκευασθέντας καὶ πολεμιστάς.

717. ἀλλὰ μάλʼ ἐσσυμένους] “ἐσσυμένους” τὸν λαόν, πρὸς τὸ σημαινόμενον.

οὐδέ με Νηλεὺς εἴα] τεχνικῶς τῷ παραδείγματι τὸν Πάτροκλον [*](A~B=) διδάσκει, εἰ καὶ Ἀχιλλεὺς αὐτὸν εἴργει, λαθόντα προελθεῖν εἰς τὴν μάχην.

719. οὐ γάρ πω τί μʼ ἔφη ἴδμεν πολεμήια ἔργα] πῶς οὖν πρώην [*](B=) ἐνίκησεν; ὅτι πρὸς ἀγροίκους ἦν ἡ μάχη· νῦν δὲ πρὸς ἐμπείρους μάχης ἡ παράταξις ἔμελ〈λ〉ε γίνεσθαι.

720. ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέπρεπον] καίτοι ἄπειρος ὢν ὁπλισμῶν.

721. καὶ πεζός περ ἐών] πρὸς ἔλεγχον Ἀχιλλέως τοῦ θαυμαστὸν [*](B=) ἱππικὸν κεκτημένου.

722. ἔστι δέ τις ποταμὸς Μινυ〈ή〉ιος] τὸ πολύαρχον καινίζει [*](B=) τὴν ἀκρόασιν, καὶ τὸ ὁμοειδὲς ἀποκόπτει, καὶ σαφήνειαν προβάλλει, καὶ ἀνάπαυλαν τῇ ἀκοῇ καὶ προσοχὴν ἐμποιεῖ, παραδιδοῦσα μὲν τῇ μνήμῃ τὰ εἰρημένα, τοῖς δὲ ἑξῆς προσέχειν ἀπʼ ἄλλης ἀρχῆς ἀναγ- κάζουσα.

ἔστι δέ τις ποταμός] ἄκρως τὸ σχῆμα τοῦ ποταμοῦ διαγράφει· οὐ γὰρ εἰς ⌈αἰ⌋γιαλὸν ἐκρεῖ, ἀλλὰ κατὰ κρημνοῦ φερόμενος ἐμπίπτει εἰς θάλασσαν ἄνωθεν.

723. ὅθι μείναμεν —ἱππῆες] ἤδη γὰρ ἑαυτὸν εἶπε τοῖς ἱππεῦσι αυναριθμεῖσθαι.

726. ἱκόμεσθα—ῥόον Ἀλφειοῖο] δῆλον οὖν, ὅτι τοῦ Ἀρκαδικοῦ Πύλου ἄρχει, ὃς ἀπέχει Ἀλφειοῦ ρλ΄ σταδίους· διὸ δειλινούς φησιν ἀφικέσθαι.

727. ἱερὰ καλά] θαυμαστὰ καὶ οἰκεῖα αὐτῷ.