Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

647. ἑτέρωθεν ἀναίνετο] προφασίζεται σπουδήν, ἵνα καὶ μένων [*](B=) χαρίζηται καὶ μὴ μένων ἀνέγκλητος ᾖ. §. ἡ δύναμις τούτου τοῦ λόγου ἐποίησεν αὐτὸν μένειν.

[*](6. ἀλλʼ ὃς A: ἀλ ‖ 7. τῷ ὅς et ὅ scripsi cf. Athem. XI 493a: τὸ ως et ο ‖ 8. οὐ δεῖ δὲ A || 10. supplevi ex Eust. p. 870, 46 ‖ σὺν τῷ ποτῷ ante ὁ add. Eust. ‖ 14. αἴρεσθαι Eust.: αἱρεῖσθαι ‖ τόδε πᾶς ‖ ω μέγα Eust. ‖ 15. suppl. W || 18. ἄνειν ‖ ἀπεριμερίμνως καὶ ἀθρόως Eust. || 21. τὸ μένος etiam Et. M.: τὰς φρένας A D ‖ 22. Καρία A, Ἰκαρίᾳ D ‖ 24. κάγκανα B: κάνκανα ‖ 31. χαρίζοιτο ‖ εἴη)
418

648. οὐχ ἕδος ἐστίν] ἀντὶ ἕδους, ὡς “τρίπος” (Il. 22. 164).

649. νεμεσητός] Ἀρίσταρχος μεμψίμοιρος· οἳ δὲ ἑκάστῳ τὸ δέον νέμων· ὅθεν καὶ νέμεσις. ἵνα οὖν μὴ δόξωσιν ἀμελεῖν αὐτοῦ, ταῦτά φησιν.

[*](A=)

652. πάλιν ἄγγελος] τινὲς ὑφʼ ἓν “παλινάγγελος,” οὐχ ὑγιῶς.

[*](B=)

654. τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο] “ἀναίτιον” πρὸς τὸ “νεμεσητός” (649). ἐπιτείνει δὲ αὐτοῦ τὸ θυμικόν, συγγνώμην ἑαυτῷ ποριζόμενος τοῦ μὴ πεῖσαι αὐτόν.

[*](B=)

656. τίπτε τʼ ἄῤ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται] διὰ τί οἰκτίζει τοὺς τετρωμένους, ἀγνοῶν τὴν παντελῆ ἀπώλειαν; διὰ τί τὸ κατʼ ἄνδρα ἐλεεῖ μὴ εἰδὼς τὸ πᾶν Ἀχιλλεύς, ὅτι δὲ ἐλεεῖ, δῆλον ἐξ ὧν Πάτροκλον ἔπεμψεν.

[*](B=)

τίπτε τ᾿ ἄῤ ὧδʼ Ἀχιλεύς] πιθανῶς οὐ κωλύει αὐτὸν τῆς σπουδῆς, ἄρ- χεται δὲ λόγων, εἰδὼς ὡς αἰδούμενος οὐ καταλείψει αὐτοὺς ἡμιτελεῖς.

[*](A+)

657. οὐδέ τι οἶδεν πένθος] ἀρχαία ἡ φράσις.

659. * ἐν νηυσὶν κέαται] πρὸς τὸ ἄπρακτον.

[*](A+)

* βεβλημένοι οὐτάμενοί τε] πρὸς τὸ διάφορον.

660. * Τυδείδης] ἴσως πρῶτον ὡς πολέμιον καταλέγει.

661. ἠδʼ Ἀγαμέμνων] οὐκ εἶπεν ἐπίθετον Ἀγαμέμνονος, ὡς ἀπεχθανομένου Ἀχιλλεῖ. τοιοῦτος δέ ἐστιν ὁ λόγος· “καὶ ὁ ἐχθρὸς αὐτῷ δυστυχεῖ.ʼ

663. τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον] ἦθος ἐμφαίνει ἡ ἀντωνυμία διὰ τῆς δείξεως δηλοῦσα, ὅτι ὁ γέρων τὸν νέον διέσωσεν ἐκ τῆς μάχης.

[*](B=)

664. αὐτὰρ Ἀχιλλεὺς ἐσθλὸς ἐών] δυνατός, τουτέστι δυνάμενος οὐκ ἐλεεῖ· εὖ δὲ καὶ τὸ “Δαναῶν” καὶ μὴ Ἀγαμέμνονος φάναι· ἐάσας γὰρ τὸν αἴτιον τῆς ὀργῆς τοὺς ἐλεεινοὺς προβάλλεται.

665. οὐ κήδεται οὐδʼ ἐλεαίρει] πικρῶς, οὔτε φιλίᾳ οὔτε ἐλέῳ, φησί, χώραν παρέχει.

666. ἢ μένει, εἰσόκε 〈δὴ〉 νῆες—θέρωνται] ἆρα καὶ ταῦτα μένει, ἃ ὑπέσχετο “κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας” (Il. 9. 653): ἐν ἤθει οὖν ὁ λόγος.

[*](B=)

* τὴν ὁλοσχερῆ ἀπώλειαν τῶν νεῶν ἐμφαίνειν θέλει· εἰ μὴ γὰρ τὰς πρώτας καύσουσιν, οὐκ ἂν 〈οὐδὲ〉 τὰς παρὰ θάλασσαν.