Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

63. παμφαίνων, τότε δʼ αὖτις ἔδυυ.ῶς Ἕκτωρ ὁτὲ μέν] ἐμφερε- στάτη ἡ εἰκὼν πρὸς ἀμφότερα, πρός τε τὴν λαμπρότητα καὶ τὸ μὴ διηνεκῶς φαίνεσθαι, ἀλλʼ ἔσθʼ ὅτε καὶ ἀποκρύπτεσθαι. ὥσπερ οὖν ὁ ἀστὴρ ἐν τῇ κινήσει ἐνίοτε καὶ ὑπονέφελος γίνεται, οὕτω καὶ Ἕκτορά φησι 〈καὶ〉 ἀπολάμπεσθαι τοῖς ὅπλοις 〈καὶ〉 ἐνίοτε κατακρύπτεσθαι ὑπὸ τοῦ πλήθους, ἄλλοτε ἐπʼ ἄλλα μέρη ἐπιφαινόμενον.

[*](B=)

67. ὥς τʼ ἀμητῆρες] τοὺς μαχομένους ξίφεσι καὶ δόρασι τοῖς θερίζουσι διὰ τῶν δρεπάνων παρέβαλεν.

[*](B=)

ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνωσιν] τὸ παλαιὸν γὰρ οὕτως ἐθέριζον, ἀπὸ τῶν περάτων ἀρχόμενοι καὶ εἰς τὰ μέσα τελευτῶντες.

[*](B=)

68, ὄγμον ἐλαύνωσιν] πρὸς τὴν σύντομον ἀναίρεσιν.

[*](B=)

ἀνδρὸς μάκαρος κατʼ ἄρουραν] ἐν πλατεῖ γὰρ ληίῳ πολλοὺς ἐργάζεσθαι εἰκός ἐστιν.

[*](B=)

69.ταρφέαπίπτει]τὸεὐχερὲςκαὶ δυσαρίθμητοντῶν πιπτόντων δηλοῖ.

70. ὣς Τρῶες καὶ Ἀχαιοὶ—θορόντες 〈δἠουν〉, οὐδʼ ἕτεροι μνώοντο] οἳ μὲν ὑπὸ Διός, σἐ δὲ φπὸ Ἔριδος.

[*](A+ B=)

72. ἴσας δʼ ὑσμίνῃ κεφαλὰς ἔχον] ἀντὶ τοῦ ἰσοκέφαλος ἦν αὐτοῖς ἡ μάχη. §. θαυμαστῶς τέως ἰσορροποῦσιν Ἕλληνες καὶταῦτα ἀπὸ δυστυχίας ὄντες, μετʼ οὐ πολὺ δὲ καὶ περιέσονται τῶν Τρώων.

[*](A=)

ἴσας δʼ ὑσμίνο] χωρὶς τοῦ ι γράφει ὁ Ἀρίσταρχος, ἵν ᾖ ἡ ὑσμίνη τῶν Ἕλλήνων τε καὶ τῶν Τρώων ἰσοκέφαλος ἦν, οἷον ἀμφο- τέροις ἰσοκέφαλος ἦν ἡ μάχῃ.

[*](B=)

οἱ δὲ λύκοι ὥς] πρὸς τὸ πρόθυμον καὶ κατὰ τὸ πλῆθος δραστικόν· ὁ γὰρ λέων μόνος ἀγωνίζεται.

[*](B=)

76. οἷσιν ἐνὶ μεγάροισι] οὐδὲ ὁρᾶν ὑπομένοντες τὴν μάχην διὰ τὸ ἐληλάσθαι ὑπὸ Διός.

[*](1. τις ἦν ἐν αὐτοῖς B: ἦν τις αὐτοῖς ‖ ἐπεμήνειε ‖ 3. τε ante ἦν ut B: del. W, cf. Eust. ὅρα ὠς—έξέφρασεν ‖ 5. κ. γε B ‖ ἐσήμανεν B: ἐκίνησεν ‖ 12. supplevi ex B ‖ ἀποκρύπτεσθαι B ‖ 13. φαινόμενον B ‖ 28, 29. ἀμφο- τέροις scripsi: αὑτοῖς A, ἀμφοτέρων)
383