Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

52. ἐν δὲ κυδοιμὸν ὥρσε—Κρονίδης] Ζεὺς αὐτοὺς προτρέπε〈τα〉ι, [*](B=) ὅπως ἐξελθόντων καὶ τρωθέντων ἐξαγάγοι Πάτροκλον.

54. αἵματι μυδαλέας] ἐπεὶ αἱματώδεις οἱ περὶ Τροίαν ποταμοί, [*](B=) ἀναγκαίως καὶ ὁ ὄμβρος αἱματώδης. §. “ἰφθίμους κεφαλάς” (55) οὕτως αἱ Ἀριστάρχου.

ἐξ αἰθέρος] ὅτι συνέχεε τὸν ἀέρα καὶ αἰθέρα· ἢ ἀπὸ τοῦ ὑψη- [*](B+) λοῦ μέρους· ἢ ὅτι Διὸς ἔργον 〈τὸ τοιοῦτον〉 καὶ οὐχ ὑετός.

56. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν] ἀπὸ κοινοῦ τὸ ἐζών〈ν〉υντο (15).

[*](A=)

58. Αἰνείαν θʼ, ὃς Τρωσί] οὐ μάτην ἡ προσθήκη, ἀλλʼ ἐμφαίνει [*](B=) τὴν τάξιν τῶν ἀνδρῶν· μετὰ γὰρ Εκτορα οὗτος δεύτερος. διὸ καὶ [*](1. διττόντων B: διατρεχόντων ‖ 2. θεούς ‖ ὑπὸ θείαν αἰτίαν sine ἔχοντα B ‖ 6. Γοργοῦς B ‖ 7, 8. suppl. W 10. ἀσπίδι: corr. et suppl. W ‖ 12. εἰναι B: καὶ ‖ 13. ἀπεστρεμμέναι ‖ 14. ἀμφιστρεφέες A: ἀμφιστρεφεῖς ‖ 25, 31. supplevi ex B ‖ 29. Ἀρίσταρχος A)

382
ζηλοτυπία τις ἦν ἐν αὐτοῖς· φησὶγοῦν“αἰεὶγὰρ Πριάμῳἐπεμήνιε δίῳ, οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οῦ τι τίεσκεν” (Il. 13. 460).

[*](B=)

61. Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα—οἷος δʼ ἐκ νεφέων] οἷος ἦνὁ ποιητὴς διελθὼν περὶ τῆς Ἀγαμέμνονος ἀσπίδος ἐκφράσαι κοίτην Ἕκ- τορος· ἀλλὰτῇπαραβολῇτὸκίνημάτε καὶλαμπρὸντῶνὅπλων ἐσήμανεν. ἴσως δέ τινα τῶν κομητῶν ἀστέρων φησὶ καὶ τὴν φθορὰν προδηλοῖ.

[*](A+)

62. *οὔλιος ἀστήρ] τινὲς γράφουσιν “αὔλιος ἀστήρ.”

[*](B=)