Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

546. τρέσ〈σ〉ε δὲ παπτήνας] τρέσας ἐπάπτηνε θηρὶ ἐοικώς. §. ἑξῆς “ὡς δʼ αἴθωνα λέοντα” ὡς θῆρα ὑπὸ πολλῶν περιεχόμενον.

[*](A=)

παπτήνας ἐφʼ ὁμίλου] Ἀριστοφάνης “διʼ ὁμίλου.” §. ἀντί- πτωσις δέ ἐστιν, ὡς τὸ “ἀπʼ Ὠκεανοῖο ῥοάων” (Il. 19. 1).

[*](6. ἀφελεῖ ‖ 8. μέσον B ‖ 17. supplevi ex B ‖ 27. γὰρ pro οὖν B ‖ ὑπεχώρρει B)
411

547. ἐντροπαλιζόμενος] εἰς ἑκάτερον ἐπιστρεφόμενος, καὶ τὸ [*](B=) φεύγειν καὶ τὸ ὁρμᾶν· διὸ καὶ φυλάσσει τὰ ὀπίσω μἐν διὰ τοῦ σάκους, μή πως πληγῇ τὸ μετάφρενον, τὰ δὲ ἔμπροσθεν ὁ θώραξ σκέπει. ἔστι δὲ ἡ φυγὴ Αἴαντος ἄλλων ἀριστεία. ἄτρωτον δὲ αὐτὸν φυλάσσει τῇ ναυμαχίᾳ (Il. 15. 415).

*ἐντροπαλιζόμενος] ἐπὶ ψυχῆς.

ὀλίγον γόνυ γουνὸς ἀμείβων] ὑποποδίζων· καὶ φεύγει ὡς λέων, οὐχ ὡς ἔλαφος.

548. *αἴθωνα] ὅτι ὁ λέων οὐ μύει κοιμώμενος.

ἀπὸ μεσαύλοιο] μέσαυλον Ἀττικοὶ τὴν μέσην θύραν.

549. ἐσσεύοντο κύνες τε] πρὸς τὴν τόλμαν, ὅτι μηδὲ διωκόμενος [*](B-) φεύγει. §. “αῖθωνα” δέ, 〈ὅτι〉 μόνος γεννᾶται ὁρῶν.

[*](B+)

550. βοῶν ἐκ πῖαρ] τὴν κρατίστην τῶν βοῶν· ἐπὶ ταύτην γὰρ [*](B=) φέρεται ὁ αἴθων.

551. πάν〈ν〉υχοι ἐγρήσ〈σ〉οντες] ηὔξησε τὴν τοῦ λέοντος ἀλκὴν τῇ τοσαύτῃ τῶν βουκόλων φυλακῇ.

*κρειῶν] ἐκ τοῦ κρεῶν.

554. καιόμεναί τε δεταί] παρὰ τὸ δεδέσθαι· ἐπειδὴ δὲ πολὺ ἔχει τὸ θερμόν, δέδιε τὸ πῦρ· ὅθεν οὐδὲ μύει κοιμώμενος, οὐδʼ ὡς ὁ Δημό- κριτός φησι τικτόμενος.

555. ἠῶθεν δʼ ἀπονοσφιν〈ἔβη τετιηότι θυμῷ〉]ἑσπέρας ἐπιθέμενος· [*](B-) φησὶ γοῦν “μολὼν ἐν νυκτὸς ἀμολγῷ” (173).

ἠῶθεν δʼ ἀπονόσφιν ἔβη] πρὸς τὸ εὐσταθὲς τῆς ὑποχωρήσεως, ὥστε οὐ φεύγει, εἴργεται δέ τι δρᾶσαι.

557. ἦιε, πόλλʼ ἀέκων] ῥῆμα ἐξελέξατο ἐμφαῖνον ἀναχώρησιν [*](B=) θορύβου καὶ ταραχῆς ἀπηλλαγμένην.

πόλλʼ ἀέκων] ἐνεθυμεῖτο τὸ 〈τῆς ὑποχωρήσεως ἄσχημον καὶ τὸν [*](B=) ίνδυνον τῶν νεῶν.

558. ὡς δʼ ὅτʼ ὄνος] ἡ παραβολὴ πρὸς τὴν καταφρόνησιν τῶν [*](B=) Τρώων, ὅτι οὐκ αὐτοὺς φεύγει, ἀλλὰ Δία. πρὸς δὲ τὴν στάσιν τὴν ἀδηφαγίαν τοῦ ζὔου ἔλαβεν, διὰ δὲ τοῦ κείρειν τὴν ἀφθονίαν τῆς τρο- φῆς. εὖ δὲ καὶοὐφορτηγῷτῷ ὄνῳ παρέβαλεν,ἀλλὰβοσκομένῳ· βραδεῖα γὰρ ἡ κίνησις τοῦ νεμομένου. καὶ ἐπιτείνων τὸν ὄνον νωθῆ λέγει καὶ [*](1. ἑκάτερα μεταστρεφόμενος B ‖ 2. φυλάσσεται B ‖ 3. δὲ B: γὰρ ‖ 5. φ. ἐν τ. B ‖ 12. supplevi ex B ‖ μόνος B: μένος 1 17. κρείων textus ‖ τοῦ κρέ || 27. supplevi ex B ‖ 30. δὲ B: τε ‖ 31. ἀδηφαγίαν B ‖ 32. φορταγῷ)

412
πληγῶν ἐθάδα πολλῶν, καὶ περὶ καταξόντων 〈ἐπʼ〉 αὐτῷ πρότερον ἀν- δρῶν ῥόπαλα· καὶ νῦν οὐκ ἄνδρας τύπτειν αὐτόν φησιν, ἀλλὰ παῖδας.

[*](A–)

559. * νωθής] κατὰ στέρησιν τοῦ θεῖν, ὡς 〈νωθρὸς τοῦ〉 θορεῖν.

[*](A+ B=)

πολλὰ περὶ ῥόπαλʼ ἀμφίς] οὐχ ὑπὸ τῶν παίδων, ἀλλὰ πάντοτε ὑπὸ ἄλλων· οὕτω γὰρ ἐθὰς ὢν οὐκ ἀλεγίζει τῶν νηπίων.

*ἀμφίς] περὶ καὶ δίχα.

[*](A–)

562. * σπουδῇ] μόλις· ὅθεν καὶ σπουδαῖος ὁ κάμνων ἕως τὗ 〈ἂν〉 κατορθώσῃ.

[*](A-)

564. Τρῶες ὑπέρθυμοι τηλέκλητοί τε] Ἀρίσταρχος “πολυη- γερέες,” ἐκ πολλῶν ἀγερθέντες.

[*](B=)

566. Αἴας δʼ ⌈ἄλλο⌋τε μέν] καίπερ καταστασιαζόμενος ὑπὸ τοῦ θείου οὐκ ἐξίσταται τῆς φύσεως.

[*](A– B=)

568. *ὁτὲ δέ] ἀντὶ τοῦ ἄλλοτε δέ.

569. πάντας δὲ προέεργε] ὡς “ἕρκος Ἀχαιῶν” (Il. 3. 229) εἴργει τοὺς πολεμίους. ὥσπερ δὲ ἐπιλαθόμενος, ὅτι φεύγειν αὐτὸν βούλεται Ζεύς, ἀριστεύει πάλιν· ὁρμῶν γὰρ ἵστατο καὶ ἀπετείχιζε Τρῶας, εὐκαιρίαν ἀκίνδυνον τοῦ φεύγειν ἐμποιῶν τοῖς φίλοις. ἔστιν οὖν 〈“θῦνε—ίστά άμενος’ 〉 (570) θύνων ἵστατο.

*π άντας] τοὺς Τρῶας.

[*](B=)

574. χροὸς ἆσαι] ἐνεργητικὸν ἀντὶ παθητικοῦ τοῦ πληρωθῆναι.

[*](B=)

575. τὸν δʼ ὡς οὖν ἐνόησε—Εὐρύπυλος] παθητικῶς Αἴαντα ὑπὸ Εὐρυπύλου εἰσάγει βοηθούμενον· νῦν γὰρ οὐκ ἔχει κρείσσονα, τῶν ἄλλων τετρωμένων. εὗ δὲ τὸ μὴ τὸν Αἴαντα βοηθὸν ἐπικαλεῖσθαι, τὸν δὲ Εὐρύπυλον αὐτομάτως ἥκειν.

[*](Α-B-)

579. ἧπαρ ὑπὸ πραπίδων] ὑποκάτω γάρ εἰσι τῶν φρενῶν, “ὅθι φρένες ἧπαρ ἔχουσιν” (Od. 9. 301). ἔστι δέ τι σπλάγχνον πραπίδες· οὐ γὰρ 〈ταύτας φησὶν〉 αἷς νοοῦμεν.

[*](B=)

582. αὐτίκα τόξον εἷλκεν] σκοπός ἐστιν αὐτῷ τὸν σκυλεύοντα φονεύειν· πάλιν δὲ χαρακτηρίζει Ἀλεξάνδρου δειλίαν, ὅς οὐδὲ ἐν τροπῇ τῶν Ἀχαιῶν προελθεῖν τεθά〈ρρηκεν, ἀλλʼ ἐπιτηρήσας οὐδὲ μαχόμενον τὸν Εὐρύπυλον τοξεύει.

[*](A– B-)