Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
509. πολέμοιο μετακλινθέντος] ἐπὶ θάτερον μέρος 〈τῆς〉 ῥοπῆς γενομένης.
[*](B=)510. αὐτίκα δʼ δομενεὺς προσεφώνεε Νέστορα] οὐχ ὅτι τὸ δέον μᾶλλον ὁρᾷ τοῦ Νέστορος, ἀλλʼ ὅτι ἀπίθανον ἦν τοῦτον τὸν λόγον περικεῖσθαι τῷ Νέστορι 〈ὡς περὶ〉 ἰδίας 〈σπεύδοντι〉 ἀπαλλαγῆς. πιθανὴ δὲ καὶ ἡ ἀναχώρησις τῷ έστορι κατὰ πρόφασιν τῆς τοῦ ἰατροῦ ἐπιμελείας, ἵνα μὴ καὶ τούτου ἔρημον γένηται τὸ στράτευμα. ἀπαλλάσσει δὲ δευτέρων κινδύνων τὸν Νέστορα ὁ ποιητής, καὶ ταῦτα στερόμενον τῶν σῳζόντων.
[*](B-)512. ἄγρει, σῶν ὀχέων ἐπιβήσεο] τοῦτον ἄδύνατο ὁ ποιητὴς καὶ πεζὸν ἐπὶ τὰς ναῦς ἀγαγεῖν· τὸν γὰρ μον ἦν τετρωμένος· οἰκονομι- κῶς δὲ ἐφʼ ἄρματος αὐτὸν ἐποίησεν ἀπιόντα, ἵνα 〈διὰ〉 τὸ τῶν ἵππων τάχος παραδράμῃ τὴν ὄψιν τοῦ Ἀχιλλέως, καὶ μὴ δυνηθεὶς ἀκριβῶς καταμαθεῖν τίς ἐστι τὸν Πάτροκλον τοῦτο εἰσόμενον ἐκπέμψῃ, καὶ ἡ Πατρόκλεια εἰς τὴν ποίησιν παρέλθῃ.
[*](B=)*ἄγρει] παρορμητικόν· “ἄγε” παρακελευστικόν.
514. ἰητρὸς γὰρ ἁνήρ] ἵνα εἴτ πῃ Ἀχιλλεὺς“ἵπποι γάρ μεπαρήιξαν” (615)· καὶὁ Νέστωρ δὲ καθομιλήσας τῷ Πατρόκλῳ δύναται ποικίλως [*](Α+) πεῖσαι. §. ηνόδοτος δὲ (515) οὐ γράφει· Ἀριστοφάνης δὲ ἀθετεῖ.
[*](B–)515. ἰούς τʼ ἐκτάμνειν] ἐμείωσέ φασι τὸν ἔπαινον, μερικὴν αὐτῷ προσθεὶς τὴν εἴδησιν· καίτοι φησὶν “ὅς ῥα τε πάσης εὗ εἰδῇ σοφίηςʼ” (Il. 15. 411). οἳ μὲν οὖν φασὶν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμα- κευτικὸν εὕρητο παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ππποκράτης μὲν ἤρξατο, συνετέλεσε δʼ Ἡρόδικος, ραξαγόρα〈ς〉, λρύσιππος. ὅτι δὲ οὐκ ἴσασι τὸ διαιτητικόν, “νοῦσον δʼ οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι” (Od. 9. 411), ʼἀσπασίως δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν” (Od. 5. 397). ἔνιοι δέ φασιν ὡς οὐδὲ ἐπὶ πάντας τοὺς [*](8. supplevi ex B ‖ ῥισῆς B ‖ 12. περιθεῖναι B ‖ supplevi ex B ‖ 15. δὲ B: τε ‖ 19. supplevi ex B 22. παρέλθοι ‖ 27. φοσὶ B: φησὶ ‖ 28. τε B; ποτε ‖ εἰδῇ σοφίης B: ῆδει σοφίας ‖ 30. ὁ. Ἡρόδικος B ‖ 31. Κρόδικος Eust.: καὶ Ἱπποκράτης B, ἐν ῥοδικοῖς ‖ supplevi ex B)
517. *⌈όχ⌋έων ἐπεβήσετο] ἄπεισιν ὁμιλήσων Πατρόκλῳ.
518. ἀμύμονος ἰητῆρος] τὸ “ ἀμύμονος” τοῦ ἰατῆρός ἐστιν ἐπί- θετον. θνητοῖς γὰρ εἴωθεν Ὅμηρος τάσσειν τὸ ἐπίθετον· καὶ ἀμύμονα γοῦν Πήδασόν φησιν (Il. 16. 152).
519. μάστιξεν δʼ ἐλάαν] ἐμάστιξεν ἐπὶ τῷ ἐλαύνειν· ἢ Ἀττικῶς [*](B=) λείπει τὸ ὥστε· ἢ τὸ ἀπαρέμφατον ἀντὶμετοχῆς, ὡς τὸ “βῆ δʼ ἐλάαν” (Il. 13. 27) ἀντὶ τοῦ ἔβη ἐλσύνων.
[*](6. 〈κλυτὸς〉 supplet Heyne, 〈γέρα〉 Duebner ‖ πεσεῖν post Ἐν. omisi ut paraphrasis Eust., παισὶν coni. Heyne idque ad ἀμφ. adscriptum censet, πατὴρ νουσήλια παισίν coni. Welcker ‖ 7. κυδίονʼ Eust.: κύδιον ‖ 10. suppl. Duebner: πάντʼ εἰνὶ coni. Velcker ‖ στήθεσσιν Eust.: στήθεσιν ‖ 11. καὶ Eust.: καί κʼ ‖ ἀναλθέʼ ὀίσασθαι Eust. ‖ 13. ὁμματτʼ ἀστρ. Eust. ‖ 17. νοσῶν Eust.: τῶν νόσων ‖ 18. supplevi ex B ‖ 21. τοιόνδε Bekker: τοσόνδε ‖ 30. βη δὲ θέειν B)520. *τῇ γὰρ φίλον] τοῖς ἵπποις διὰ τὰς φάτνας.
521. * Κεβριόνης —ἐνόησεν] φησὶ γὰρ “Κεβριόνην δʼἐκέλευσεν— ἵππων ἡνι ἑλεῖν (Il. 8. 318)· μέχρι δὲ τούτου ἠμέλησε τῶν χωρίων. ὥσ〈τε〉 σωφρονισθῆναι ὑπὸ τοῦ ἡνιόχου.
524. ἐσχατιῇ πολέμοιο] εἶπε γὰρ “μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης” (498)· ὅπου, φησίν, οὐδὲν ὠφελεῖ ἡ ἡμετέρα παρουσία.
527. εὐρὺ γὰρ —ἔχει σάκος] ἔνθενκαὶ Εὐρυσάκης ὁ τοῦ Αἴαντος υἱός.
[*](B∼)529. ἱππῆες πεζοί τε, κακὴν ἔριδα προβαλόντε〈ς〉] μέσην ἀμφο- τέρων ἔχοντες.
[*](B=)531. ὣς ἄρα φωνήσας ἵμασεν] εὖ τὸ μὴ ἀναμεῖναι τοὺς τοῦ Ἕκ- τορος λόγους· τάχα γὰρ οὐδὲ ἤθελεν ἥκειν ἐκεῖσε διὰ τὸν Αἴαντα.
534. στείβοντες νέκυας] καὶ στιβεὺς ὁ βίᾳ πατῶν. §. φαντασίαν [*](B=) δὲ ποιεῖ ἡ ἔπειξις, ὥστε διὰ τῶν πτωμάτων ἔρχεσθαι. εἴωθε δὲ ἀπὸ τῶν συμβεβηκότων δηλοῦν τὰ πράγματα· νῦν δὲ ἀπὸ τοῦ ἀναφερο μένου αἵματος, ὥστε πιμπλάναι τὸν ἄξονα καὶ τὰς ἄντυγας, τὸ πλῆθος ἐνέφηνε τῶν νεκρῶν. βαθὺ δὲ τραῦμα δηλῶσαι θέλων φησὶ “πᾶν δʼ ὐπ〈οθ〉ερμάνθη ξίφος αἵματι” (Il. 16. 333).
[*](AB+)536. ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον] ἂς ἔβαλλον ἄντυγας αἱ ἀπὸ τῶν ὁπλῶν καὶ ἐπισ〈σ〉ώτρων ῥαθάμιγγες. §. πρὸς τὸ θηλυκὸν δὲ ἀπήντησεν.
[*](A+)537. *ἀπʼἐπισσώτρων] οὐ κατὰ συναλ〈ο〉ιφήν (scil. “ἀπὸ πισσώ- τρων”).
[*](A-)ὅμιλον ἀνδρόμεον] τὴν τῶν ἀνδρῶν μάχην.
[*](AB-)539. μίνυνθα δʼ ἐχάζετο δουρός] ἧσσον βολῆς δόρατος —φησὶ γοῦν “ἄορί τε” (541)—τινὲς δέ, οὐδὲ ὅλως ἐχάζετο.
[*](B=)542. Αἴαντος δʼ ἀλέεινε μάχην] ἐντεῦθεν τὸ ‘γνῶθι σαυτόν·’ δῆλον οὖν ὡς τοὺς ἀρίστους περιιστάμενος ἐχώρει, καίτοι Διὸς περὶ μόνου Ἀγαμέμνονος εἰπόντος (187).
544. Ζεὺς δὲ— Αἴαντι—ἐν φόβον ὦρσε] πρὸς τὸ “ἀνδρὶ δέ κʼ οὐκ εἴξειε” (Il. 13. 321)· ἄτοπον γὰρ τούτου παρόντος τροπὴν γενέσθαι.